Ancient Greek · ~2 min
Chapter 51
Epiphanius, Ancoratus 51.1
Not analysed yet
51. Ἀλλά φησιν ὁ φιλόνεικος καὶ φιλόδοξος· τί οὖν λέγεις τὸ σῶμα; ἀπὸ Μαρίας δηλονότι ἀνειλημμένον. Μα; ρία δὲ τί; φησίν, ἄκτιστος ἢ κτιστή; κτιστὴ δηονότι καὶ αὐτοὶ λέγομεν, γεννηθῖσα ἐξ ἀνδρὸς καὶ γυναικός. τὸ ἀπὸ Μαρίας οὖν τί λέγεις; προσκυνεῖν τὸν σωτῆρα ἐν σώματι ἢ οὐ προσκυνεῖς; πῶς οὖν μὴ προσκυνήσω; ἐὰν ἐὰν μὴ προσκυνήσω, οὐκ ἔχω ζωήν. ἰδοὺ οὐν, κτίσμα προσκυνεῖς τὸ σῶμα. πολλὴ δὲ φρενοβλάβεια τῶν τὰ τοιαῦτα λεγόντων.