Ancient Greek · ~1 min
Chapter 52
Epiphanius, Ancoratus 52.2
Not analysed yet
ἀνεταζομένης δὲ τῆς λέξεως ἐλέγχεις τοὺς ἀμαθεῖς. τὸ ποτὲ γὰρ λεξικὼς λεγόμενον χρόνου ἐστὶ σημαντικόν. καὶ λέγοντες ⟨αὐ⟩τὸ μὴ λέγειν χρόνον ἀτοπίαν ἐμπίπτουσι τοῦ αὐτῶν φρονήματος έν κακοπιστίᾳ. εἰρωνείᾳ γὰρ ταῖς λέξεσι κέχρηνται, τῷ φρονήματι δεινῶς κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ ἐστρατευμένοι, ἀλλότριον παντάπασι τῆς τοῦ πατρὸς θεότητος ἀπηρυθριασμένως δοξάζοντες. θέλων οὐν ἐγέννησεν ἢ μὴ θέλων;