Ancient Greek · ~2 min
Chapter 54
Epiphanius, Ancoratus 54.1
Not analysed yet
54. Ἀλλὰ μὴ πάλιν δραματουργῶν λέγῃς· εἶδον μὲν οἱ προφῆται οὐκ ὀφθαλμοῖς, ἀλλὰ διανοίᾳ, συνιέντες μονονουχὶ καὶ ⟨μὴ⟩ διὰ τοῦτο γὰρ ἀκριβῶς λέγει Ἠσαίας τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἀνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν λαῷ ἀκάθαρτα χείλη ἔχοντι ἐγὼ οἰκῶ καὶ κύριον σαβαὼθ εἶδον«· καὶ οὐκ εἶπεν, εἶδον τῇ διανοίᾳ, ἀλλὰ τοῖς ὀφθαλμοῖς μου«. εἶδον οὖν καὶ οὐκ εἶδον, ἀλλ’ ὡς ἠδύνατο, ἐν ἀληθείᾳ δὲ εἶδον, οὐκ εἶδον δὲ ὡς ἔχει τὸ ἄπειρον τῆς ἀκαταληψίας.