Ancient Greek · ~2 min
Chapter 56
Epiphanius, Ancoratus 56.2
Not analysed yet
εἰ τοίνυν μερισμοὺς ἔχει ἡ ψυχή, ὁ θεὸς δὲ ἀμέριστός ἐστι, πῶς δύναται ἡ ψυχὴ εἶναι τὸ κατ' εἰκόνα; οὐ γὰρ οἶδε τὸ μέλλον ἡ ψυχή, ὁ θεὸς δὲ πάντως οἶδε. καὶ βλέπομεν τὰ ἔμπροσθεν τοῦ σώματος, τὰ κατόπιν ἀγνοοῦντες. καὶ ἐὰν εἴπῃς ὅτι οὐκ ἔστιν ἡ ψυχή, πάντως ὅτι καὶ τὴν ψυχὴν ἄνθρωπον κέκληκεν, καὶ ψυχὴ καὶ σῶμά ἐστιν ἄνθρωπος.