Ancient Greek · ~2 min
Chapter 58
Epiphanius, Ancoratus 58.5
Not analysed yet
ἀλλὰ καὶ ὁ ποταμὸς ὁ τέταρτος Εὐφράτης, ὡσαύτως ὁμοίως τῷ αὐτῷ τρόπῳ δύνων ὑπὸ τὴν γῆν ἀνέρχεται ἀπὸ τῆς Αρμενίας καὶ οὕτως ἐπικλύζει τὴν Περσίδα. εἰ τοίνυν οὐκ οὐκ ἔνι παράδεισος αἰσθητός, οὐκ ἐνι πηγή· εἰ οὐκ ἔνι πηγή, οὐκ ἔνι ποταμός· εἰ οὐκ ἔνι ποταμός, οὐκ εἰσὶ τέσσαρες ἀρχαί · εἰ οὐκ ἔνι Φεισών, οὐκ ἔνι Γεών, οὐκ ἔνι Τίγρης· εἰ οὐκ ἔνι Τίγρης, οὐκ ἔνι Εὐφράτης·