Ancient Greek · ~2 min
Chapter 59
Epiphanius, Ancoratus 59.1
Not analysed yet
59. Ἀδὰμ γὰρ γεννᾷ κατὰ τὴν ἐδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ τὸν Σήθ. ἵνα ⟨γὰρ⟩ μή τις νομίσῃ τὸν πεπλασμένον καὶ τοὺς γεγεννημένους ἄλλους, διὰ τοῦτό φησιν ἡ γραφή »κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ( Σὴθ θὲ γεννᾷ τὸν Ἐνώς, Ἐνὼς τὸν Καϊνάν, Καϊνὰν τὸν Μαλελεήλ, Μαλελεὴλ τὸν Ἰάρετ καὶ Ἰάρετ τὸν Ἐνώχ, Ἐνὼχ τὸν Μαθουσάλα, Μαθουσάλα τὸν Λάμεχ, Λάμεχ τὸν Νῶε, καὶ γέγονε κατακλυσμός, οὐκ ἀλληγορίᾳ ἀλλ' ἀληθείᾳ, καὶ ἀπώλετο πᾶσα ψυχή, ἔμειναν δὲ »ὀκτὼ ψυχαὶ« ἀνθρώπων.