# Ancoratus 6.2-10

Epiphanius, Ancoratus, 6.2 to 6.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/ancoratus/6.2

τὸν ἀεὶ ὄντως ὄντα πρὸς τὸν ὄντως ὄντα πατέρα. ἀλλὰ γεγεννημένον· υἱὸς γὰρ ἀεὶ ⟨συνὼν⟩ οὐ συναλοιφή ἐστιν τῷ πατρί, οὐ συνάδελφος, υἱὸς γνήσιος ἐκ πατρὸς γεγεννημένος, φυσικὸς υἱός, οὐ θετός, υἱὸς ὁμοούσιος τῷ πατρί, οὐ συνούσας, ἀλλ’ ὁμοούσιος, τουτέστιν οὐκ ἔξωθεν τοῦ πατρὸς γεννηθείς, ὥς τινες εἰρωνείᾳ φέρονται, θέσει θέλοντες εἶναιλλλ τὸν υἱὸν καὶ οὐκ ἀληθείᾳ. σύνδεσμος δέ τῆς πίστεως ὁμοούσιον λέγειν. ἐὰν γὰρ εἴπῃς τὸ ὁμοούσιον, ἔλυσας Σαβελλίου τὴν δύναμιν· ὅπου γὰρ ὁμοούσιον, μιᾶς ὑποστάσεώς ἐστι δηλωτικόν· ἀλλὰ καὶ ἐνυπόστατον σημαίνει τὸν πατέρα καὶ ἐνυπόστατον τὸν υἱὸν καὶ ἐνυπόστατον τὸ πνεῦμα τὸ ἅγιον. ὅταν δέ τις ὁμοούσιον λέγῃ, οὐκ ἀλλότριον τῆς αὐτῆς θεότητος σημαίνει. ἀλλὰ θεὸν ἐκ θεοῦ τὸν υἱὸν καὶ θεὸν τὸ ἅγιον πνεῦμα, τῆς θεότητος, θεότητος, οὐ τρεῖς θεούς. οὐδὲ γὰρ ἐὰν εἴπωμεν τὸν υἱὸν καὶ τὸν πατέρα θεόν, δύο θεοὺς λέγομεν· εἷς γάρ ἐστιν ἡμῶν ὁ θεός, ὥς φησιν ὁ μακάριος Μωυσῆς κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν‘. οὐ θεοὺς λέγομεν θεὸν τὸν πατέρα, θεὸν τὸν υἱόν , θεὸν τὸ ἅγοιν πνεῦμα * καὶ οὐ θεούς· οὐδὲ γὰρ πολυθεΐα ἐν θεῷ. διὰ δὲ τῶν τριῶν ὀνομάτων ἡ μία θεότης πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ⟨σημαίνεται⟩. καὶ οὐ δύο υἱοί· μονογενὴς γὰρ εἰς ὁ υἱός, τὸ δὲ ἅγιον πνεῦμα πνεῦμα αἅγον, πνεῦμα θεοῦ, ἀεὶ ὂν σὺν πατρὶ καὶ υἱῷ, οὐκ ἀλλότριον θεοῦ, ἀπὸ δὲ θεοῦ ὄν, ἀπὸ πατρὸς ἐκπορευόμενον‘ καὶ τοῦ υἱοῦ λαμβά- νον‘. ἀλλ’ ὁ μὲν υἱὸς μονογενὴς ἀκατάληπτος καὶ τὸ πνεῦμα ἀκατάληπτόν ἐκ θεοῦ δέ, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ. οὐδὲ συναλοιφή ἐστι πατρὸς καὶ υἱοῦ, ἀλλὰ τριὰς ἀεὶ οὖσα τῆς αὐτῆς οὐσίας· οὐχ ἑτέρα οὐσία παρὰ τὴν θεότητα οὐδὲ ἑτέρα θεότης παρὰ τὴν οὐσίαν, ἀλλ’ ἡ αὐτὴ θεότης καὶ ἐκ τῆς αὐτῆς θεότητος ὁ υἱὸς καὶ τὸ ἅγιον πνευμα.

---

Epiphanius, Ancoratus, ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg001.local001/.
