Ancient Greek · ~7 min
62.1 to 62.8
Epiphanius, Ancoratus 62.1-8
Not analysed yet
62. Ἀλλην δὲ πάλιν μυθώδη θεωρίαν οὑτος ὁ Ὠριγένης, ᾡ ὁ θεὸς συγχωρήσειε φαντασίας τοῖς ἀνθρώποις ἀλληγοροῦντι, παρεισήγαγε φάσκων οὓς εἶπεν ἡ θεία γραφὴ χιτῶνας δερματίνους πεποιηκέναι τὸν θεὸν τοῖς περὶ τὸν Ἀδὰμ μὴ εἶναι χιτῶνας δερματίνους· ἀλλὰ τοῦτό φησι χιτῶνα δερμάτινον τὸ σαρκῶδες τοῦ σώματος ἢ αὐτὸ τὸ σῶμα· μετὰ γὰρ τὴν παρακοήν, φησίν, καὶ μετὰ τὸ βεβρωκέναι τοῦ ξύλου ἐνέδυσε τὰς ψυχάς ταῦτα τὰ σώματα τουτέστιν ταύτην τὴν σάρκα. καὶ ἔστιν εὔηθες τὸ ὄλον εἰπεῖν. σοφίζεται γὰρ αὐτὸς ὁ Ὠριγένης δῆθεν καὶ φησί· μὴ γὰρ ὁ θεὸς βυρσοδέψης ἠν, ἴνα βυρσεύσας δέρματα χιτῶνας ἐργάσηται τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ; πολὺ δὲ κτηνωδέστερον τὸ τοιοῦτον. τί εὐχερέστερον ἠν, οὐρανὸν καὶ γῆν ἐξ οὐκ ὄντων ποιῆσαι τὸν θεὸν ἤ χιτῶνας δερματινους; πότε γὰρ τὰ θαυμάσια αὐτοῦ θέλων οὐκ εἰργάσατο καὶ ἄψθχα εἰς ἔμψυχα μετεβαλεῖν πότε οὐ δεδύνηται; τὴν μὲν ῥάβδον Μωυσέως, ξηρὰν οὐσαν καὶ ξυλίνην, ὄφιν ἔμψυχον ἐποίησε Μωσυέα καταδιώκοντα ἀφ' οὑ Μωυσῆς εἰς φυγὴν ἐτρέπετο, ὅνα δείξῃ ὅτι οὐκ ἠν φάντασμα, ἀλλ ἀληθὲς τὸ γενόμενον. πῶς δὲ τεσσαράκοντα ἔτη τοῦ λαοῦ τὰ ἰμάτια οὐκ ἐρρικνώθη καὶ τρίχες οὐκ ἐκόμων καὶ τὰ ὑποδήματα οὐκ ἐπαλαιοῦντο; εἰπάτωσαν δέ μοι οἱ ἠλίθιοι οἱ τῇ φρενοβλαβείᾳ Ὠριγένους κατὰ τοῦτο τὸ μέρος ἀκολουθήσαντες· ἀναστάντος τοῦ σωτῆρος ἐκ τῶν νεκρῶν καὶ καταλείψαντος τὰς ὀθόνας ἐν τῷ μνήματι, ὡς γέγραπται, γυμνὸς ἀρα ἐφαίνετο τοῖς μαθηταῖς · ἀναστὰς στὰς ἐκ τῶν νεκρῶν σὺν σώματι καὶ ψυχῇ; ὁπηνίκα δὲ ἐδείκνυε τοῖς περὶ τὸν Θωμᾶν τὰ ὀστᾶ αὐτοῦ καὶ τὰς σάρκας χεῖράς τε καὶ τὴν πλευράν, δηλονότι οὐκ ἦν γυμνός. τοίνυν τὰ ἱμάτια τίς αὐτῷ ὕφανε τὰ μετὰ τὴν ἀνάστασιν; ἀλλ' ἐρεῖς μοι πάντως, ἐνδύματα ἦν πνευματικά, ⟨ἄἠν θελήματι ἑαυτῷ ποιήσας. καὶ εἰ τοιαῦτα ἐνδύματα ἠδύνατο ἑαυτῷ ποιεῖν ,ἐκείνους τοὺς δερματίνους χιτῶνας οὐκ ἠδύνατο ποιῆσαι τοῖς περὶ τὸν Ἀδὰρ οἰκείῳ θελήματι; ὄντως ⟩