Ancient Greek · ~3 min
64.3 to 64.5
Epiphanius, Ancoratus 64.3-5
Not analysed yet
οὐκ ἀλλαχόδθεν δέ ποθεν οὐδὲ ἀπὸ ἰδίων διανοημάτων ποιούμεθα τὴν διδασκαλιαν, ἀλλ' ἀπὸ τῆς ἡμετέρας ζωῆς τουτέστιν ἐκ προφητῶν καὶ ἐκ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας καὶ τῆς αὐτοῦ φιλανθρωπίας. ἦλθε γάρ, ἦλθεν ἡ ζωὴ ἡμῶν καὶ τὸ φῶς αὐθις ἡμῖν ὑπέδειξεν εὑρὼν ἡμᾶς πεπλανημένους. ἠμεν γάρ, ἠμεν ἐν ὑπερηφανίᾳ καὶ βλασφημίαις, εἰδώλων ὁμοιώσεσι, πνευμάτων ἀθεΐαις, κακῶν πάντων ἐπιταγαῖς βεβαπτισμένοι. τούτων τοίνυν προσόντων μοι ἀκουσίως ⟩ἤθελον ἔπραττον, ἀλλ' ὅ ἐμίσουν ἠπειγόμην ποιεῖν‘, ἁμαρτίας διακονούσης μοι οὕτως), ὁ ἅγιος πατὴρ τὸν υἱὸν αὐτοῦ τὸν ἅγιον ἀπέστειλε καὶ ἐν τῷ αὐτοῦ ἐλέει ἔσωσέ με καὶ ἐκ πασῶν τῶν σιαφθορῶν μου ἐρρύσατό με.