# Ancoratus 65.2-7

Epiphanius, Ancoratus, 65.2 to 65.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/ancoratus/65.2

»ἐξαἡμῶν, τὸ καθ’ ἠμῶν χειρόγραφον , τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῶν, ἦρκεν ἐκ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ «· »πύλας συντρίψας καὶ μοχλοὺς σιδηροῦς συνθλάσας« τὸ φῶς αὖθις ὑπέδειξε τῆς τῆς χεῖρα ὀρέγων, ὁδοποιῶν, ὐποβάθρας οὐρανῶν ὑποδεικνύς, παράδεισον αὖθις οἰκεῖν ἀξιῶν. τοίνυν κατῴκησεν ἐν ἠμῖν« καὶ »τὸ δικαίωμα τοῦ νόμου« δοὺς ἡμῖν τοῦ πνεύματος εἰς τὸ γνῶναι αὐτὸν ⟨καὶ⟩ ὄτι τὰ περὶ ἐστιν ἀρχὴ καὶ τέλος ζωῆς, νόμος δικαιοσύνης‘ γέγονενε ἡμῖν, νόμος πίστεως« νόμος πνεύματος«, ἐλεύθερος ἐκ νόμου σαρκὸς ἁμαρτίας«. διὸ »συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἴσω ἄνθρωπον«· ἴσω δὲ ἡμῶν ὁ Χριστός, εἴπερ οἰκεῖ ἐν ἡμῖν. αὐτὸς γὰρ θανὼν ὁδὸς ζωῆς ὑπὲρ ἡμῶν γέγονεν, ἴνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὐπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι« αἰτίῳ ζωῆς· τοῦ πρὸ πολλῶν γενεῶν ὅρκου μνησθείς« κατὰ τὸν Δαυίδ, θεὸς ἠν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ μὴ λογιζόμενος ἀυτοῖς τὰ παραπτώματα αὐτῶν., »ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι καὶ δί αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ‘. παρεγένετο τοίνυν »εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν‘, καθὼς ἐπήγγελται Ἀβραὰμ καὶ λοιποῖς ἀγέοις, »ἀνκεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς«.

---

Epiphanius, Ancoratus, ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg001.local001/.
