Ancient Greek
Chapter 67
Epiphanius, Ancoratus 67.7
Not analysed yet
αὐτὸς τοίνυν ὁ θεὸς ὁ ἐν ἀρχῇ εἰπών »γενηθήτω φῶς, καὶ ἐγένετο φῶς« τὸ ὁρώμενον, αὐτὸς ὁ φωτίσας ἡμᾶς τὸ φῶς« ἰδεῖν τὸ ἀληθινὸν τὸ ξωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον‘, ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου« ὁ Δαυίδ φησιν) αὐτός ἐστιν ὁ κύριος ὁ εἰπών «ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν καὶ οἱ νεανίσκοι αὐτῶν ὁράσεις ὄψονται«, τρία πρόσωπα ἀγίας λειτουργίας δεικνὺς ἡμῖν ἐξ ὑποστάσεως οὔσης τριττῆς.