Ancient Greek · ~7 min
70.1 to 70.7
Epiphanius, Ancoratus 70.1-7
Not analysed yet
70. Συνεργεῖ τοίνυν, ὡς ἀποδέδεικται, τᾠ πατρὶ ὁ μἱὸς καὶ τὸ πνεῦμα τὸ ἃγιον· »τᾠ λόγω γὰρ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν«. προσκυνητὸν δὲ τὸ |πνεῦμα τὸ ἅγιον· »τοὺς γὰρ προσκυνοῦντας D169 θεῷ ἐν πνεύματι δεῖ προσκυνεῖν καὶ ἀληθείᾳ. «εἰ δὲ συνεργεῖ ταῦτα, κτίσις κτίσιν οὐκ ἐργάζεται οὐδὲ κτιστὴ ἡ θεότης γίνεται οὐδὲ ἐν μέτρῳ ἢ περιοχῇ θεὸς γινώσκεται. ἔστι γὰρ ἀπερίγραφος ἀχώρητος ἀπερινόητος, πάντα περιέχων τὰ ποιήματα τοῦ θεοῦ. οὐδὲ λατρευτὴ ἡ κτίσις· »ἐλάτρευσαν, γάρ ⟨φησιν⟩, τῇ κτίσει παρὰ τὸν καὶ ἐμςράνθησαν«. πῶς γὰρ οὐ μωρὸν κτίσιν θεολογεῖν ἀθετεῖν τε ⟨τὴν⟩ πρώτην ἐντολὴν τὴν λέγουσαν »ἄκουε Ισραήλ, κύριος θεός σου κύριος εἶς ἰστιν«· »οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος«. ἐν γραφαῖς δὲ ἀγίαις διάφορα ὀνόματα καλεῖται πατρὸς καὶ υἱοῦ καὶ 20 αγίου πνεύματος, πατρὸς μὲν πατὴρ παντοκράτωρ πατὴρ ἁπάντων πατὴρ Χριστοῦ· υἱοῦ δὲ Λόγος Χριστὸς φῶς ἀληθινόν· τοῦ δὲ ἁγίου πνεύματος παράκλητος πνεῦμα ἀληθείας πνεῦμα θεοῦ πνεῦμα Χριστοῦ. ἔτι τοίνυν ὸ θεὸς νοεῖται καὶ πατὴρ φῶς, ἀλλ᾿ ὡς ὺπέρλαμπρον, δύναμις σοφία ⟨ζωή⟩ εὶ δὲ φῶς ό θεὸς καὶ πατήρ, φῶς ἐκ φωτὸς ὸ υὁὸς καὶ τοῦτο τοῦτο »φῶς οἰκῶν τὸ ἀπρόσιτον«. δύναμις δὲ ὃλος ὁ θεὸς καὶ διὰ τοῦτο ⟨ὁ υἱὸς⟩ »κύριος τῶν δυνάμεων«· σοφία ὃλος ὁ θεός, οὐκοῦν σοφία ὁ υἱὸς ἐκ σοφίας, ἐν ᾦ πάντες οἱ θησαυροὶ τῆς σοφίας ἀπόκρυφοι«· ζωὴ δὲ ὃλος ὁ θεός, οὐκοῦν ζωὴ ἐκ ζωῆς ὁ υἱός· »ἐγὼ γάρ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή‘. τὸ δὲ ἃγιον πνεῦμα παρὰ ἀμφοτέρων, πνεῦμα ἐκ πνεύματος. πνεῦμα γὰρ ὁ θεός‘, †θεότης χαρισμάτων ἐστὶ δοτήρ, ἀληθέστατον φωτιστικὸν παράκλητον βουλευμάτων τοῦ πατρὸς ἀγγελτικόν.