Ancient Greek
72.1 to 72.2
Epiphanius, Ancoratus 72.1-2
Not analysed yet
72. Πνεύματα δὲ πλεῖστά φησιν ἡ γραφή· »ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα« καί »πάντα τὰ πνεύματα αἰνεῖτε τὸν κύριον‘. χάρισμα δὲ ἀξίοις διδοται »διακρίσεως πνευμάτων‘. ἃ μὲν γὰρ ἐπουράνιά ἐστι, »χαίροντα τῇ ἀληθείᾳ«, ἃ δὲ ἐπίγεια, ἀπάτης καὶ πλάνης ἐπιτήδεια, ἃ δὲ ὑπόγεια, ἀβύσσου καὶ σκότους τέκνα· »παρεκάλει« γὰρ τὸ εὐαγγέλιόν φησιν ἴνα μὴ πέμψῃ αὐτοὺς εἰς τὴν ἄβυσσον ἀπελθεῖν«· ὡσαύτως δὲ καὶ τοῖς πνεύμασιν ἀπέτασσε καὶ πνεύματα δὲ ἐξεδίωκε λόγῳ καὶ »οὐκ εἴα αὐτὰ λαλεῖν«.