# Ancoratus 74.4-6

Epiphanius, Ancoratus, 74.4 to 74.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/ancoratus/74.4

οὐ γὰρ ἦν καιρὸς οὔτε χρόνος πρὸ υἱοῦ. εἰ γὰρ ἦν χρόνος πρὸ υἱοῦ, ἄρα μείζων ὁ χρόνος τοῦ υἱοῦ, καὶ πῶς »δι᾿ αὐτοῦ πάντα ἐγένοντο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν ὃ γέγονεν«; ὃτι εἴ τι γέγονε δι’ αὐτοῦ γέγονεν, αὐτὸς δὲ ἄκτιστος καὶ ἀεὶ ὤν· ὃτι ὁ πατὴρ ἀεὶ ἠν καὶ τὸ ἃγιον αὐτοῦ πνεῦμα ἀεὶ ἠν. εἰ γὰρ ἠν χρόνος πρὸ υἱοῦ, ζητηθήσεται ἄρα πάλιν ⟨ἄλλος⟩ δι᾿ οὗ καὶ ὁ πρὸ τοῦ υἱοῦ χρόνος καὶ μυρία λοιπὸν εἰς φαντασίαν ἐνδομυχοῦσαν ἐν τῇ τῶν ἀνθρώπων ὐπολήψει τρέψει τὸν ὴμέτερον λογισμὸν ἤ μᾶλλον εἰς πορνείαν διανοημάτων καὶ οὐ † περὶ σωφροσύνης. οὐκ ἠν τοίνυν χρόνος πρὸ υἱοῦ, ἐπειδὴ οὐ διὰ χρόνων ὁ υἱὸς γέγονεν, ἀλλὰ διὰ υἱοῦ χρόνοι καὶ οἱ ἄλλελοι καὶ τὰ ἄλλα πάντα κτίσματα. οὐκ ἠν χρόνος ποτὲ ὅτε οὐκ ἠν ὁ υἱός, οὐδὲ ἠν ποτε ὃτε οὐκ ἠν πνεῦμα.

---

Epiphanius, Ancoratus, ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg001.local001/.
