Ancient Greek · ~2 min
Chapter 76
Epiphanius, Ancoratus 76.1
Not analysed yet
76. Καὶ ἐὰν εἴπωσί τινες ὃτι σάρκα μόνην εἴληφε, ψυχὴν δὲ οὔ, παραπλέκοντες μυθωδῶς καὶ τὴν γραφὴν εἰς μύθους ἐκτρέποντες, ἀπὸ τοῦ ῥητοῦ τοῦ »ήμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν«, ἀπ᾿ αὐτοῦ τοῦ ῥητοῦ καταλάβωσιν ὃτι οἱ οἱ λέγοντες »ήμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν« τὸν αὐτῶν νοῦν εἶχον καὶ τοῦτον οὐκ ἐξεπτύκασιν. εἰ δὲ τὸν ἴδιον ἔχοντες ⟨ἠσαν⟩ σὺν τῷ τοῦ Χριστοῦ νῷ, ἀμφοτέρων τοῦ μὲν νοῦ Χριστοῦ βελτιοῦν συναμένου, τοῦ δ΄ αὐτῶν ὀρθῶς νοοῦντος.