Ancient Greek · ~3 min
Chapter 76
Epiphanius, Ancoratus 76.5
Not analysed yet
τῆς γὰρ σαρκός« φησίν οἱ καρποὶ πορνεία μοιχεία ἀσέλγεια καὶ τὰ τούτων ὃμοια« καί οἱ ἐν σαρκὶ δὲ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται« καί "ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος«. χερὶ δὲ τοῦ νοῦ φησὶν ὃτι ψαλώ τω πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ" καὶ ὅτι "ὁ νοῦς μου ἄκαρπος ἢ ἔγκαρπός ἐστιν". ἔθετο γὰρ τὸν νοῦν ὁ θεός, ὅνπερ εἴωθεν ἡ γραφὴ καλεῖν καρδίαν, ἡγεμόνα ὡς εἰπεῖν καὶ ἡνίοχον τοῦ παντὸς σκεύους, διακριτὴν ἀγαθῶν τε καὶ φαύλων, δοκιμαστὴν τῶν ἐν ἡμῖν ἐγγινομένων. "νοῦς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται". διακριτικὸς δὲ ὁ νοῦς ἐν τῷ ἀνθρώπῳ, οὔπω δὲ συγκαταθετικός, ἐὰν μὴ εἰς τροπὴν ἑαυτὸν δῴη.