Ancient Greek · ~3 min
Chapter 8
Epiphanius, Ancoratus 8.8
Not analysed yet
εἰ γὰρ ⟨σφραγίζομεν⟩ εἰς ὄνομα πατρὸς καὶ εἰς ὄνομα υἱοῦ καὶ εἰς ἁγίου ἁγίου πνεύματος, μία σφραγὶς τῆς τριάδος· μία ἄρα δύναμις τῆς θεότητος ἐν τριάδι. εἰ δὲ τὸ ἓν ἔστι θεός, τὰ δὲ ἄλλα κτιστὰ καὶ οὐ θεός, τίνι λόγω συνδέδεται τὰ δύο εἰς τὸ ἓν τῇ σφραγῖδι τῆς τελειότητος; ἄρα γοῦν εἰς βασιλικὸν ὄνομα ἐσφραγίσθημεν ίσθημεν τὸ ἓν τὸ τοῦ πατρός, καὶ τὰ ἄλλα οὐ βασιλικά, *ἀλλ’ ἔτι στοιχείοις καὶ κτίσμασι δεδουλώμεθα ,καὶ οὐκ ἠδύνατο μόνον τὸ ὄνομα τοῦ πατρὸς σῲζειν, ἀλλὰ προσελάβετο ἑαυτῷ κτίσας ἄλλα δύο στοιχεῖα κατὰ τὴν τῶν βλασφημούντων ὑπόνοιαν, ἴνα προσλάβῃ ἡ αὐτοῦ θεότης καὶ ἄλλας δυνάμεις καὶ δυνηθῇ σῶσαι τὸν παρ’ αὐτοῦ σφραγζόμενον καὶ λύτρωσιν δι’ ἀφέσεως ἁμαρτημάτων λάβῃ ὁ παραὐτοῦ κτισθεὶς ἄνθρωπος.