Ancient Greek · ~5 min
81.2 to 81.6
Epiphanius, Ancoratus 81.2-6
Not analysed yet
τοῦτο δὲ δὲ καὶ ἀνὰ μέσον †ὃν οὐ συναλοιφὴν ἐσήμαινε τὸν υἱὸν τῷ πατρὶ ⟨οὐδὲ οὐδὲ συναλοιφὴν τὸ πνεῦμα τὸ ἃγιον τῷ πατρὶ καὶ τῷ υἱῷ⟩, ἀλλὰ οἶδε πατέρα ἀληθινὸν καὶ ἑαυτὸν ἀληθινὸν ἀπέδειξεν ἐνυπόστατον Λόγον καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐνυπόστατον πνεῦμα καὶ »πνεῦμα ἀληθείας«, ἄκτιστον ἄτρεπτον ἀναλλοίωτον· οὐχ ὡς ἵνα τις ὑπονοήσῃ δολίως φερόμενος πρὸς τὴν πίστιν καὶ τοὺς πόδας αὐτοῦ ἀποκρύπτων καὶ δολιευόμενος πρὸς τὴν ἀλήθειαν »ἐτάζει γὰρ καρδίας καὶ νεφροὺς ό θεός«). καὶ λέγει ό αἱρετικός· δηλονότι πιστεύω ὅτι ό πατὴρ πατὴρ καὶ ό υἱὸς υἱὸς καὶ τὸ ἅγιον πνεῦμα ἅγιον πνεῦμα καὶ όμολογῶ τρεῖς ὑποστάσεις ἐν μιᾷ οὐσίᾳ· οὐχ ἐτέραν δὲ λέγω οὐσίαν παρὰ τὴν θεότητα, οὐχ ἑτέραν θεότητα παρὰ τὴν οὐσίαν, ἀλλὰ διὰ τὸ οὕτως ἀκριβοῦν ⟨μίαν⟩ οὐσίαν καλοῦμεν, ἵνα μὴ ἄλλο καὶ εἶδος εἴπωμεν τῆς θεότητος τῆς τριάδος. κρυπταζόμενος γὰρ ὁ τοιοῦτος ὡς εἶπον ῥᾳδιούργως πάλιν καὶ δολίως λέγει· πιστεύω ὅτι πατὴρ πατήρ υἱὸς υἱός, πνεῦμα ἅγιον πνεῦμα ἅγιον· ὑπόνοιαν δὲ ἔχει τοιαύτην κεκρυμμένην, ὡς ἀφ᾿ ἡμῶν τὸ θεῖον ἀπεικάσας, λέγων ἐν ἑαυτῷ, ὃτι ὡς ἔχω σῶμα καὶ ψυχὴ καὶ πνεῦμα ἀνθρώπειον, οὓτω καὶ ἡ θεότης. πατὴρ μὲν ὡς εἰπεῖν τὸ εἶδος, υἱὸς δὲ ὡς ἐν τῷ ἀνθρώπῳ ψυχή, πνεῦμα δὲ ὣσπερ τὸ ἐμπνέον διὰ τοῦ άνθρώπου.