Ancient Greek · ~1 min
Chapter 86
Epiphanius, Ancoratus 86.7
Not analysed yet
εἰ δὲ μὴ τούτῳ τῷ τρόπῳ τοῦτο ποιοῦσι, τίνι τῷ λόγῳ τὰς βελτίους ψυχὰς τῆς τῶν σωμάτων οὐσίας ⟨μνήμασιν⟩ ἐγκαταδέοντες καταδίκῃ μᾶλλον περιβάλλουσι τῇ ὑπολήψει, ὁριζόμενοι αὐτὰς προσεθρεύειν τοῖς τετελευτηκόσι λειψάνοις; ἢ ἐπὶ ποίᾳ προσδοκίᾳ ἐλπίδος παραγίνονται, λεγετωσαν;