Ancient Greek · ~2 min
Chapter 87
Epiphanius, Ancoratus 87.2
Not analysed yet
περὶ δὲ τῶν δοκούντων Χριστιανῶν εἶναι, Ὠριγένει δὲ πειθομένων καὶ τὴν μὲν τῶν νεκρῶν ἀνάστασιν ὁμολογούντων σαρκός τε τῆς ἡμετέρας καὶ σώματος τοῦ κυρίου τοῦ ἀγίου ἐκείνου τοῦ ἀπὸ Μαριας ἀνειλημμένου, ταύτην δὲ τὴν σάρκα λεγόντων μὴ ἐγείρεσθαι, ἀλλ’ ἄλλην ἀντὶ ταύτης ἐκ θεοῦ διδοδθαι, πῶς οὐχὶ μᾶλλον τῶν ἄλλων εἴποιμεν ἀσεβεστέραν ἔχειν ὺπόληψιν καὶ εὐηθεστέραν τῆς παρ᾿ Ἓλλησι καὶ ταῖς λοιπαῖς αἱρέσεσιν ὑπονοίας;