Ancient Greek · ~2 min
Chapter 9
Epiphanius, Ancoratus 9.13
Not analysed yet
ὤν, ἀπὸ τῶν ἐπουρανίων ἐκ πατρὸς ἐλθών· ⟨οὐτος⟩ ὁ ἀκούων παρὰ τοῦ αὐτοῦ »Πέτρε, ποίμαινε τὰ ἀρνία μου«, ὁ πεπιστευμένος τὴν ποίμνην, ὁ καλῶς ὁδηγῶν ἐν τῇ δυνάμει τοῦ ἰδίου δεσπότου ὁ ὁμολογῶν περὶ σαρκός, ὁ ἀληθινῶς τὰ πατρὸς ἀπαγγέλλων περὶ υἱοῦ, ὁ τὸ πνεῦμα σημαίνων καὶ τὴν αὐτοῦ ἀξίαν ἐν θεότητι, ὁ δεξιὰν διαδοὺς τῷ Παύλῳ καὶ Βαρνάβᾳ κοινωνίας σὺν ἸαιΙκώβῳ καὶ Ἰωάννῃ, Ἵνα »διὰ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα«.