Ancient Greek · ~4 min
90.3 to 90.6
Epiphanius, Ancoratus 90.3-6
Not analysed yet
ἳνα δὲ δείξῃ αὐτὸν τὸν κόκκον προσλαμβάνοντα τὴν δόξαν, δι᾿ ἑαυτοῦ εἶπεν ἐν τῷ εὐαγγελίῳ ὸ καὶ »ἐν Παύλῳ λαλήσας« περὶ άναστάσεως· »ἐὰν μὴ πεσὼν ὁ κόκκος τοῦ σίτου εἰς τὴν γῆν ἀποθάνῃ«, φησί, μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολλοὺς κόκκους φέρει«. ἄρα γοῦν ὸ ἀπόστολος κόκκον ἔφησε καὶ ό σωτὴρ τὸν αὐτὸν κόκκον τοῦ σώματος δί ἑαυτοῦ ἀπέδειξε. τί οὐν ἐροῦμεν; οὐκ αὐτὸ τὸ σπαρὲν ἴδιον αὐτοῦ σῶμα σουτέστιν ὸ κόκκος άνέτη; ἢ ἓτερον ήν τὸ ἐξ αὐτοῦ μετὰ τὴν τριήμερον ἀναστὰν ἐκ τοῦ μνημείου; ὡς οἱ ἄγγελοι λέγουσιν· »άνέστη, οὐκ ἔστιν ὼδε« καὶ ὣς φησι τῇ Μαρίᾳ »μή μου ἅπτου· ἃπτου· γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου« καὶ ὡς δείκνυσι τὰς χεῖρας καὶ τὴν πλευρὰν τῷ Θωμᾷ λέγων »μὴ γίνου ἄπιστος ἀλλὰ πιστός«. ἀπίστων γάρ ἐστι τὸ εἰπεῖν ὅλως οὐκ άνέστη, ἢ] καὶ κακοπίστων ἐστὶ τὸ εἰπεῖν, οὐκ αὐτὸ τὸ ὃν καὶ κοιμηθὲν ἀνέστη, πιστῶν δέ ἐστι τὸ εἰπεῖν ὃτι αὐτὸ τὸ υῶμα ἀνέστη καὶ ἀπὸ τοῦ αὐτοῦ σώματος οὗ ἤγειρε τὸ ἡμῶν εἰς ἐλπίδα άληθείας κατέστη.