# Ancoratus 99.2-5

Epiphanius, Ancoratus, 99.2 to 99.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/ancoratus/99.2

εἰς τιμωρίαν παροδοθέντων. ὁ Ἰώβ φησιν »ἕως πάλιν γένωμαι« καί »⟨ἀναστήσαι⟩ τὸ σῶμα τοῦτο τὸ ἀντλοῦν ταῦτα« καί »ἀνακαιινιεῖς με« καὶ πάλιν »ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου«, Ἠσαΐας δέ »άναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις‘· Με γὰρ ὁ »λύων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις‘. λέγει δὲ Ἰώβ »ἄνθρωπος δὲ κοιμηθεὶς οὐκέτι οὐ μὴ ἐγερθῇ οὔτε ἐπιγνώσεται τὸν τόπον αύτοῦ«. καὶ γὰρ ἀληθῶς καθ’ ἡμέραν οὐ γίνεται ἡ ἀνάστασις, ἀλλ’ εἰς μίαν ὥρισται ἡμέραν. δεικνὺς δὲ ὅτι οἶδεν εἰς ποίαν προθεσμίαν προσεδόκα, εὐθὺς ἔλυσε τὸ ζήτημα »ἕως ἄν ὁ οὐρανὸς οὐ μὴ συρραφῇ«. ὄσον γὰρ ἔστιν ⟨ὁ⟩ οὐρανὸς καὶ ἡ γῆ, ἔτι καὶ τὰ σώματα ἐν τῇ γῇ ὺπάρχει. ὅταν δὲ ἔλθῃ ὁ ἑλίσσων τὸν οὐρανὸν ὡς βιβλίον« καὶ τινάσσων τὴν γῆν, τότε »ἐγερθήσονται καὶ οἱ ἐπὶ τῆς γῆς χώματος«. διὰ τοῦτο λέγει τῷ Ἰεζεκιήλ υἱὲ ἀνθρώπου, εἰπὲ συναχθῆναι ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονίαν πρὸς ἀρμονίαν« καὶ ἐγένετο οὕτως· καί »γενέσθαι έπ΄ αύτὰ νεῦρα καὶ φλέβας, σάρκας καὶ τρίζας καὶ ὄνυχας«· καὶ πάλιν »εἰπὲ υἱὲ ἀνθρώπου, ἐλθὲ τὸ πνεῦμα ἀπὸ τῶν τεσσάρων γωνιῶν τῆς γῆς«, τῶν τόπων δηλαδὴ τῶν ταῖς ψυχαῖς ἀποττεταμιευμένων.

---

Epiphanius, Ancoratus, ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg001.local001/.
