Ancient Greek · ~1 min
Ἐπιφανίου Κύπρου ἐκ τοῦ περὶ τριάδος λόγου.
Epiphanius, De trinitate (fragmentum) [Sp.] Ἐπιφανίου Κύπρου ἐκ τοῦ περὶ τριάδος λόγου.
Not analysed yet
Μία δοξολογία πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ μία προσκύνησις· ὅτε γὰρ δοξολογοῦσι τὰ σεραφὶμ τὸν θεὸν „ἅγιος, ἅγιος, ἅγιος“, πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον δοξολογοῦσι.