# Nomina apostolorum [Sp.] Τοῦ ἁγίου Ἐπιφανίου ἀρχιεπισκόπου Κύπρου.

Epiphanius, Nomina apostolorum [Sp.], Τοῦ ἁγίου Ἐπιφανίου ἀρχιεπισκόπου Κύπρου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/nomina-apostolorum-sp/%CE%A4%CE%BF%E1%BF%A6%20%E1%BC%81%CE%B3%CE%AF%CE%BF%CF%85%20%E1%BC%98%CF%80%CE%B9%CF%86%CE%B1%CE%BD%CE%AF%CE%BF%CF%85%20%E1%BC%80%CF%81%CF%87%CE%B9%CE%B5%CF%80%CE%B9%CF%83%CE%BA%CF%8C%CF%80%CE%BF%CF%85%20%CE%9A%CF%8D%CF%80%CF%81%CE%BF%CF%85.

Ταῦτα τὰ ὀνόματα τῶν ιβʹ ἀποστόλων. αʹ. Πέτρος, οὗτος ἐλέγετο καὶ Σίμων καὶ Κηφᾶς καὶ Συμεών. βʹ. Ἀνδρέας ἀδελφὸς αὐτοῦ. γʹ. Ἰάκωβος. δʹ. Ἰωάννης, οὗτοι βοανεργὲς ἐκαλοῦντο, ὃ ἑρμηνεύεται υἱοὶ βροντῆς. εʹ. Φίλιππος. ϛʹ. Βαρθολομαῖος. ζʹ. Ματθαῖος ὁ τελώνης. ηʹ. Θωμᾶς, οὗτος καὶ Δίδυμος ἐκαλεῖτο. θʹ. Ἰάκωβος Ἀλφαίου. ιʹ. Θαδδαῖος, οὗτος παρὰ μὲν τῷ Ματθαίῳ Λεββαῖος καλεῖται, παρὰ δὲ τῷ Λουκᾷ Ἰούδας Ἰακώβου, παρὰ δὲ τῷ Μάρκῳ Λευὶς καθήμενος παρὰ τὸ τελώνιον. ιαʹ. Σίμων ὁ Κανανίτης. ιβʹ. Ἰούδας Ἰσκαριότης, καὶ ἀντὶ τούτου Ματθίας εἰσῆλθεν Ἀδελφοὶ δὲ Πέτρος καὶ Ἀνδρέας, υἱοὶ Ἀννᾶς, καὶ Ἰάκωβος καὶ Ἰωάννης, υἱοὶ Ζεβεδαίου, Ἰάκωβος καὶ Ἰούδας, υἱοὶ Ἀλφαίου, ἁλιεῖς. Πέτρος καὶ Ἀνδρέας, Ἰάκωβος καὶ Ἰωάννης. Ἰάκωβος ὁ καλούμενος ἀδελφὸς τοῦ κυρίου, ποῖος ἦν ὁ γενόμενος ἐπίσκοπος Ἱερουσαλήμ, ὁ ἐπονομαζόμενος δίκαιος, ὁ εἷς ἦν υἱὸς Ζεβεδαίου καὶ ὁ ἕτερος Ἀλφαίου, καὶ ὁ ἄλλος τοῦ Ἰωσὴφ τοῦ μνήστορος, ὡς ἔλεγον Ἰουδαῖοι. Σίμωνα καὶ Ἰούδα, Ἰωσὴ τὸν ἀδελφόν, Ματθαῖος λέγει αὐτοὺς καλεῖσθαι τελῶνας, Λουκᾶς δὲ καὶ Λευῒν κεκλῆσθαι τελῶνα. Ἰωνᾶς δὲ ἑρμηνεύεται περιστερά.

---

Epiphanius Scr. Eccl., Nomina apostolorum [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg025.local001/.
