# Panarion (Adversus haereses) 1-17

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Ἡρακλεωνιτῶν ιݲςݲ, τῆς δὲ ἀκολουθίας λݲςݲ., Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/1-17

Ἡρακλέων τις τοῦτον τὸν Κολόρβασον διαδέχεται, ἀφ᾿ οὗπερ οἱ Ἡρακλεωνῖται καλούμενοι, οὐδὲν ἧττον τῆς παρὰ τούτοις κενοφωνίας * ἡσκημένος. καὶ ὅσα μὲν ἐκεῖνοι λέγουσι καὶ οὗτος ὁρίζεται κατὰ πάντα τρόπον, οἷα δὴ ἐξ αὐτῶν ὁρμώμενος καὶ παρ᾿ αὐτῶν τὸν ἰὸν ἀπομαξάμενος· περισσότερον δὲ δῆθεν ὑπὲρ ἐκείνους ἐν ἑαυτῷ ἀνατυπωσάμενός τινα βούλεται ἐκείνους ὑπεραίρειν, ἵνα καὶ ἑαυτῷ συναγωγὴν ποιήσηται τῶν ἠπατημένων. οὗτοι γὰρ πάντες εἰς ἑκατοντακέφαλον ἑαυτοὺς ἀνατυπώσαντες σῶμα ἢ ἑκατοντάχειρον, τόν ποτε μυθευόμενον παρὰ τοῖς τῶν Ἑλλήνων ποιηταῖς ἐμιμήσαντο Κόττον ἢ Βριάρεων ὃν καὶ Αἰγαίωνα καλοῦσιν ἢ Γύην ἢ τὸν καλούμενον Ἄργον τὸν πολυόφθαλμον. οἵους ἐκεῖνοι ἐν ταῖς ἑαυτῶν ῥαψῳδίαις τερατεύονται, ποιητευόμενοι καὶ λέγοντες ἔχειν τὸν μὲν ἑκατὸν χεῖρας καὶ ποτὲ μὲν πεντήκοντα κεφαλὰς ποτὲ δὲ ἑκατόν. τὸν δὲ ἑκατὸν ὀφθαλμούς — καὶ τούτου ἕνεκα φασὶ τὸν Ἑρμῆν καλεῖσθαι Ἀργειφόντην, ὡς τὸν Ἄργον τὸν πολυόφθαλμον πεφονευκότα —, οὕτω καὶ τούτων ἕκαστος βουλόμενος ἑαυτῷ ἀρχὴν προστήσασθαι κεφαλὴν ἑαυτὸν ὠνόμασεν, ἕτερα ὑπεισφέρων παρὰ τὴν τῶν διδασκάλων αὐτοῦ ματαιοπονίαν καὶ μανιώδη διδασκαλίαν. ἵνα δὲ μὴ εἰς πολὺ μῆκος ἐλάσω τοῦ προοιμίου τὴν σύνταξιν, ἐλεύσομαι εἰς τὸ προκείμενον.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
