# Panarion (Adversus haereses) 1-3

Epiphanius, Panarion (Adversus haereses), Ἐπικούρειοι, ἀπὸ Ἑλληνισμοῦ αἵρεσις ςݲ, τῆς δὲ ἀκολουθίας., Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/1-3

Ἐπίκουρος δὲ καθεξῆς μετὰ τούτους ἀπρονοησίαν τῷ κόσμῳ εἰσηγήσατο· ἐξ ἀτόμων δὲ συνεστάναι τὰ πάντα ἠδ᾿ αὖ πάλιν εἰς ἄτομα χωρεῖν καὶ ἐξ αὐτοματισμοῦ εἶναι τὰ ὅλα καὶ τὸν κόσμον ὑφεστάναι, ἀεὶ γεννώσης τῆς φύσεως ἠδ᾿ αὖ πάλιν δαπανωμένης καὶ ἐξ αὑτῆς πάλιν ἐπιγινομένης, μηδέποτε δὲ ληγούσης, ἀφ᾿ ἑαυτῆς φυομένης καὶ εἰς ἑαυτὴν συντριβομένης. εἶναι δὲ ἐξ ὑπαρχῆς ᾠοῦ δίκην τὸ σύμπαν, τὸ δὲ πνεῦμα δρακοντοειδῶς περὶ τὸ ᾠὸν ὡς στέφανον ἢ ὡς ζώνην περισφίγγειν τότε τὴν φύσιν. θελῆσαν δὲ βιασμῷ τινὶ καιρῷ περισσοτέρως σφίγξαι τὴν πᾶσαν ὕλην εἴτ᾿ οὖν φύσιν τῶν πάντων οὕτως διχάσαι μὲν τὰ ὄντα εἰς τὰ δύο ἡμισφαίρια καὶ λοιπὸν ἐκ τούτου τὰ ἄτομα διακεκρίσθαι. τὰ μὲν γὰρ κοῦφα καὶ λεπτότερα τῆς πάσης φύσεως ἐπιπολάσαι ἄνω τουτέστιν φῶς καὶ αἰθέρα καὶ τὸ λεπτότατον τοῦ πνεύματος, τὰ δὲ βαρύτατα καὶ σκυβαλώδη κάτω νενευκέναι, τουτέστι γῆν (ὅπερ ἐστὶ τὸ ξηρόν) καὶ τὴν ὑγρὰν ὑδάτων οὐσίαν. τὰ δὲ ὅλα ἀφ᾿ ἑαυτῶν κινεῖσθαι καὶ δι᾿ ἑαυτῶν ἐν τῇ περιδινήσει τοῦ πόλου καὶ τῶν ἄστρων ὡς ἀπὸ τοῦ δρακοντοειδοῦς ἔτι τὰ πάντα ἐλαύνεσθαι πνεύματος. Καὶ ἀπὸ μέρους μὲν περὶ τούτων ἔφημεν· τῷ δὲ αὐτῷ τρόπῳ τὰς τέσσαρας ταύτας αἱρέσεις ἀνατρεπτέον· * διὰ τὴν συντομίαν τῆς αναγνωσεως.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
