Ancient Greek
Κατὰ Οὐαλεντίνων τῶν καὶ ΓνωστιΚῶν ݲ, τῆς δὲ ἀκολουθίας λα., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1.1-13
Not analysed yet
Μετὰ τούτοις τοὺς Ἐβιωναίους καλουμένους, <αὐτ>ῶν τὴν μοχθηρίαν διοδεύσαντες τάς τε ἄλλας ἐπαγγειλάμενοι θεοῦ δυνάμει *τὰς ἑξῆς, ἐτέρων θηρῶν μορφὰς καὶ ἰοὺς ἑρπετῶν δήγματά τε καὶ δηλητήρια ἐχούσας, ὅσαπερ ἐν ταῖς αὐτῶν διδασκαλίαις ὡς ἀπὸ χάσματος ἰδεῖν ἔνεστι, πυρβόλου ἢ ἐρπετοῦ δεινοῦ καὶ βασιλίσκου †κεκυημένας, ἐπὶ τὴν τῶν Οὐαλεντίνων αἵρεσιν διέξειμι, τὸν ἔλεγχον αὐτῶν κατὰ δύναμιν ποιούμενος, τῶν δὴ καὶ Γνωστικῶν ἑαυτοῖς ἐπιθέντων ὄνομα, ὡν διαφοραὶ μέν εἰσι δέκα ἐν μαᾷ πληγῇ