Ancient Greek
1.1 to 1.4
Epiphanius, Panarion (Adversus haereses) 1.1-18-4
Not analysed yet
1. Ἀρχοντικῶν τις αἱρεσις τούτοις ἕπεται, οὐκ ἐν πολλοῖς δὲ τόποις αὕτη φέρεται ἢ μόνον ἐν τῇ Παλαιστινῶν ἐπαρχίᾳ· μετήνεγκαν δὲ τὸν αὐτῶν ἰὸν ἤδη που καὶ εἰς τὴν μεγάλην Ἀρμενίαν, ἀλλὰ καὶ ἐν τῇ μικρᾷ Ἀρμενίᾳ τοῦτο τὸ ζιζάνιον ἤδη ἔσπαρται ὑπὸ ἀνδρός τινος ἐπιδημήσαντος τῇ Παλαιστινῶν γῇ ἀπὸ Ἀρμενίας ἐν χρόνοις Κωνσταντίου περὶ τὴν αὐτοῦ τελευτήν, Εὐτάκτου ὀνόματι, μᾶλλον δὲ ἀτάκτου τὸν τρόπον καὶ μαθόντος τὴν κακοδιδασκαλίαν ταύτην, εἶτα ἐπανελθόντος εἰς τὰ οἰκεῖα καὶ διδάξαντος. μετέλαβεν δέ, ὡς ἔφην, ἐν Παλαιστίνῃ ὡς ἀπὸ ἀσπίδος ἰὸν ἀπὸ Πέτρου τινὸς γέροντος, ἀναξίως Πέτρου καλουμένου, ὃς κατῴκει ἐν τῇ τῆς Ἐλευθεροπόλεως >Ἱερουσαλὴμ ἐνορίᾳ, ἐπέκεινα τῆς Χεβρὼν σημείοις τρισί· Καφαρβαριχὰ τὴν κώμην καλοῦσιν. οὑτος ὁ γέρων τὰ πρῶτα ἔνδυμα εἶχεν ἔκπληκτον, ὑποκρίσεως γέμον· ἔξωθεν μὲν γὰρ ἀληθῶς κώδιον προβάτου ἠμφίεστο, ἠγνοεῖτο δὲ ἔνδοθεν λύκος ὑπάρχων ἅρπαξ. ἀναχωρητὴς γὰρ ἐδόκει εἶναι, ἐν σπηλαίῳ τινὶ καθεζόμενος, ὃς πολλοὺς δῆθεν συνήγαγεν εἰς ἀπόταξιν καὶ πατὴρ δῆθεν διά τε τὸ γῆρας καὶ τὸ σχῆμα ἐκαλεῖτο, τά τε αὐτοῦ ὑπάρχοντα πτωχοῖς διένειμεν καὶ καθ᾿ ἡμέραν ἐλεημοσύνας ἐποίει.