Ancient Greek
1.1 to 1.7
Epiphanius, Panarion (Adversus haereses) 1.1-19-7
Not analysed yet
Κέρδων τις τούτους καὶ τὸν Ἠρακλέωνα διαδέχεται ἐκ τῆς αὐτῆς ὢν σχολῆς, ἀπὸ Σίμωνός τε καὶ Σατορνίλου λαβὼν τὰς προφάσεις. οὑτος μετανάστης γίνεται ἀπὸ τῆς Συρίας καὶ ἐπὶ τὴν Ῥώμην ἐλθὼν λυμεών τις πέφηνεν ἑαυτῷ τε καὶ τοῖς αὐτῷ πειθομένοις, ὁ ἐλεεινότατος. ἐλεεινὴ γὰρ ἡ φύσις τῶν ἀνθρώπων, ὅταν καταλείψασα τὴν τοῦ θεοῦ ὁδὸν πλανᾶται, καὶ ἀπόλωλεν ἀπὸ τῆς τοῦ θεοῦ κλήσεως ἑαυτὴν ἀφορίσασα. συμβέβηκε γὰρ τοῖς τοιούτοις ἧ τοῦ κυνὸς παροιμία, ὃς τῇ σκιᾷ προσέχων οὑ κατεῖχεν ἐν τῷ στόματι *,ἐμβλέπων εἰς ὕδωρ καὶ νομίσας τὴν ἐν τῷ ὕδατι σκιὰν μείζονα εἶναι τῆς ἐν τῷ στόματι αὐτοῦ ἐδωδῆς, ἀνοίξας τὸ στόμα καὶ τὴν οὖσαν ἀπώλεσεν. οὕτω καὶ οὗτοι τὴν ὁδὸν εὑρόντες καὶ βουλόμενοι σκιᾶς περιγενέσθαι τῆς ἐν τῇ ὑπονοίᾳ αὐτῶν γενομένης τὴν οὐσαν ἐν τῷ στόματι αὐτῶν ὡς εἰπεῖν ἐκ θεοῦ τροφὴν κεχαρισμένην οὐ μόνον ἀπώλεσαν, ἀλλὰ καὶ ὄλεθρον ἑαυτοῖς ἐπεσπάσαντο. Οὗτος τοίνυν ὁ Κέρδων ἐν χρόνοις Ὑγίνου γέγονεν ἐπισκόπου, τοῦ ἔνατον κλῆρον ἄγοντος ἀπὸ τῆς τῶν περὶ Ἰάκωβον καὶ Πέτρον καὶ Παῦλον ἀποστόλων διαδοχῆς. τὸ δὲ κήρυγμα αὐτοῦ τῆς τῶν προειρημένων αἱρεσιαρχῶν φλυαρίας μετέχον τὸ αὐτὸ μὲν εἶναι δοκεῖ, παρήλλακται δὲ παρ᾿ αὐτῷ τοῦτον ἔχον τὸν τρόπον· Δύο καὶ οὑτος ἀρχὰς κεκήρυχεν τῷ βίῳ καὶ δύο δῆθεν θεούς, ἕνα ἀγαθὸν καὶ [ἕνα] ἄγνωστον τοῖς ἅπασιν, ὃν καὶ πατέρα τοῦ Ἰησοῦ κέκληκεν, καὶ ἕνα τὸν Δημιουργόν, πονηρὸν ὄντα καὶ γνωστόν, λαλήσαντα ἐν τῷ νόμῳ καὶ ἐν] τοῖς προφήταις φανέντα καὶ ὁρατὸν πολλάκις γενόμενον. μὴ εἶναι δὲ τὸν Χριστὸν γεγεννημένον ἐκ Μαρίας μηδὲ ἐν σαρκὶ πεφηνέναι, ἀλλὰ δοκήσει ὄντα καὶ δοκήσει πεφηνότα, δοκήσει δὲ τὰ ὅλα πεποιηκότα. καὶ αὐτὸς δὲ σαρκὸς ἀνάστασιν ἀπωθεῖται, παλαιὰν δὲ ἀπαγορεύει διαθήκην τήν τε] διὰ Μωυσέως καὶ τῶν προφητῶν, ὡς ἀλλοτρίαν οὐσαν θεοῦ.