# Panarion (Adversus haereses) 1.1-2-3

Epiphanius, Panarion (Adversus haereses), 1.1 to 1.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/1.1-2

Δοσίθεοι δὲ τούτοις διαφέρονται κατὰ πολλοὺς τρόπους. ἀνά- στασιν γὰρ ὁμολογοῦσι καὶ πολιτεῖαι παρ᾿ αὐτοῖς εἰσιν· ἐμψύχων ἀπέχονται, ἀλλὰ καί τινες αὐτῶν ἐγκρατεύονται ἀπὸ γάμου μετὰ τὸ † βιῶσαι, ἄλλοι δὲ καὶ παρθενεύουσιν· ὡσαύτως τε περιτομὴν καὶ σάββατον καὶ τὸ μὴ θιγγάνειν τινὸς διὰ τὸ βδελύττεσθαι πάντα ἄνθρωπον ὁμοίως ἔχουσι. νηστείας δὲ τοὺς αὐτοὺς φυλάττειν καὶ ἐξασκεῖσθαι εἰσάγει ὁ λόγος. ἡ δὲ πρόφασις τοῦ τὸν δοσίθεον φρονῆσαι ταῦτα αὕτη· οὗτος συνεμίγη ἀπὸ Ἰουδαίων ὁρμώμενος εἰς τὰ τῶν Σαμαρειτῶν ἔθνη, ἐν παιδεύσει δὲ <τῇ> κατὰ τὸν προήκων δευτερώσεσί τε ταῖς παρ’ αὐτοῖς, θηρώμενος δὲ τὰ πρωτεῖα καὶ ἀποτυχὼν καὶ μὴ ἀξιωθείς τι παρὰ Ἰουδαίοις νομισθῆναι, ἐξέκλινέν εἰς τὸ Σαμαρειτικὸν γένος καὶ ταύτην τὴν αἵρεσιν προεστήσατο.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
