Ancient Greek
1.1 to 1.6
Epiphanius, Panarion (Adversus haereses) 1.1-21-6
Not analysed yet
Δουκιανός τις ἀρχαῖος, οὐχ ὁ νῦν ἐν χρόνοις Κωνσταντίνου γεγονὼς τοῦ γέροντος, ὃς δῆθεν οἱ Ἀρειανοὶ ἐν μάρτυσιν ἐπιψηφί- ζονται. ἦν γὰρ καὶ οὖτος ὁ Δουκιανός, ὁ π ρόσφατός φημι, προσανἐχων τῇ τῶν Ἀρειανῶν αἰρέσει, περὶ οὗ ὕστερον ἐν τῇ κατ᾿αὐτῶν ἀνατροπῇ λέζομεν. νῦν δὲ πρὸς τὸν προειρημένον ἀρχαῖον Δουκιανὸν ἀποτείνεται ὁ λόγος. οὖτος γὰρ συνεπόμενος τῷ προειρημένῳ Μαρκίωνι καὶ ἀπὸ τούτου ἀποσχίσας καὶ αὐτὸς ἄθροισμα ἑαυτῷ ποιησάμενος αἱρέσεως προέστη, ἀφ᾿οὖπερ οἱ Δουκιανισταὶ οἱ ἀρχαῖοι καλούμενοι. κατὰ πάντα μὲν οὖν κατὰ τὸν Μαρκίωνα δογματίζει, κέχρηται δὲ ὡς ὁ εἰς ἡμᾶς ἐλθὼν λόγος καὶ ἡ περὶ αὐτοῦ ἔμφασις *. ἀρχαίων γὰρ τούτων ὄντων καὶ θᾶττον κατασβεσθέντων δυσχερὴς γεγένηται ἡμῖν, ὡς ἀληθῶς ἔστιν εἰπεῖν, ἡ κατ᾿αὐτοὺς ἔρευνα. ἃ δὲ ἀπὸ μέρους ἔγνωμεν τῶν αὐτοῦ ἔστι τάδε. μετὰ τὸ συστῆναι δῆθεν ἕτερον μὲν τὸν δημιουργὸν καὶ κριτὴν καὶ δίκαιον, ἕτερον δὲ τὸν ἀγαρὸν ὡσαύτως καὶ ἕτερον τὸν πονηρόν, βούλεται χρῆσθαι καὶ μαρτυρίαις τισὶ κατὰ τὸν Μαρκίωνα κατὰ τὴν αὐτοῦ ὑπόνοιαν ἀπὸ τῆς τῶν προφητῶν γραφπῆς, φημὶ δὲ τῷ »μάταιος ὁ δουλεύων κυρίῳ« καὶ τῷ εἰρημένῳ »ἀντέστησαν θεῷ καὶ ἐσώθησαν«. τέλεον δὲ οὗτος παρὰ τὴν τοῦ διδασκάλου αὐτοῦ διδασκαλίαν ἀπαρνεῖται τὸν γάμον καὶ ἁγνείαν ἀσκεῖ, οὑ δἰ ἁγνείαν ἀλλ᾿ἴνα ἀθετήσῃ τὰ ἔργα τοῦ δημιουργοῦ, διδάσκων μὴ συνάπτεσθαι γάμῳ –»ἀφ᾿οὗ γάμος, εὐθηνία« φησί »διὰ τῆς παιδοποιίας ἐν κόσμῳ τῷ δημιουργῷ γίνεται« –πρὸς ἀντίθεσιν τῆς τοῦ δημιουργοῦ καὶ κτιστοῦ διᾶ τῆς παιδοποιίας ἐν τῷ κόσμῳ εὐθηνίας. φωραθή- σεται δὲ ὁ τοιοῦτος καὶ διελεγχθήσεται ἀπὸ μὲν τῆς ἤδη πρὸς τὸν αὐτοῦ ἐπιστάτην ἀντιθέσεως, διὰ πολλῶν ποιησαμένων ἡμῶν τὴν πρὸς αὐτὸν ἀντιλογίαν τε καὶ ἀνατροπήν, ἐν ὁποίαις τε καὶ ὁπόσαις συνάδει τὸ εὐαγγέλιον τῇ