Ancient Greek
1.1 to 1.5
Epiphanius, Panarion (Adversus haereses) 1.1-23-5
Not analysed yet
Ἀπὸ τούτων ἑτέρα πάλιν αἵρεσις ἀνακύπτει τῶν φρυγῶν καλουμένη, λουμένη, σύγχρονος γενομένη τούτοις καὶ αὐτοὺς διαδεχομένη. οὗτοι γὰρ γεγόνασι περὶ τὸ ἐννεακαιδέκατον ἔτος Ἀντωνίνου τοῦ εὐσεβοῦς τοῦ μετὰ Ἀδριανόν, καὶ ὁ Μαρκίων δὲ καὶ οἱ περὶ Τατιανὸν καὶ οἱ ἀπ᾿ αὐτοῦ διαδεξάμενοι Ἐγκρατῖται ἐν χρόνοις Ἀδριανοῦ καὶ μετὰ Ἀδριανόν. Οὗτοι γὰρ οἱ κατὰ Φρύγας καλούμενοι δέχονται καὶ αὐτοὶ πᾶσαν γραφὴν παλαιᾶς καὶ νέας διαθήκης καὶ νεκρῶν ἀνάστασιν ὁμοίως λέγουσι, Μοντανὸν δέ τινα προφήτην αὐχοῦσιν ἔχειν καὶ Πρίσκιλλαν καὶ Μαξίμιλλαν προφήτιδας· οἷς προςέχοντες τὸν νοῦν ἐξετράπησαν. περὶ δὲ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὀμοίως φρονοῦσι τῇ ἁγίᾳ καθολικῇ ἐκκληςίᾳ, ἀπέσχισαν δὲ ἑαυτούς, »προςέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων«, λέγοντες ὅτι »δεῖ ἡμᾶς, φηςί, καὶ τὰ χαρίσματα δέχεσθαι«. καὶ ἡ ἁγία δὲ τοῦ θεοῦ ἐκκληςία ὁμοίως τὰ χαρίσματα δέχεται, ἁλλὰ τὰ ὄντως χαρίσματα καὶ ἤδη ἐν ἀγίᾳ θεοῦ ἐκκληςίᾳ διὰ πνεύματος ἁγίου δεδοκιμασμένα παρά τε προφητῶν καὶ ἀποστόλων καὶ αὐτοῦ τοῦ κυρίου,