# Panarion (Adversus haereses) 1.1-24-8

Epiphanius, Panarion (Adversus haereses), 1.1 to 1.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/1.1-24

Ἀσπάλακα καλοῦσί τι ζῷον ἐν τῇ γῇ κάτω ἐμφωλεῦον τετράπουν τετράπουν ῥῆττόν τε τὴν γῆν καὶ ἐν τοῖς μυχαιτάτοις αὐτῆς ἔχον ἑαυτοῦ τὴν οἴκησιν. τὰ δὲ πάντα τοῦ ςῴου ὑπάρχει ὡσεὶ μικροῦ σκύλακος κυνός, τὴν <αὐτὴν> περιφέρειαν τῆς ἡλικίας ἔχον, ᾧ οὐδ᾿ ὅλως ὑπάρχει ὅρασις. ἐρημωτικὸν δὲ ὂν τὸ ζῷον κάτωθεν ἐκριζοῖ πάντα τὰ τῶν ἀνθρώπων γεωργήματα, τά τε σικυήλατα πάντα μάλιστα καὶ τὰ δριμέα φυτεύματα κρομμύων τε καὶ σκορόδων, βολβῶν καὶ τῶν τοιούτων, κρίνων τε καὶ τῶν ἄλλων. ἐὰν δὲ λαθὼν ἐν τῷ Ῥήττειν φθάσῃ ἐπὶ τῆς γῆς ἔξω εἰς τὸν ἀἐρα γενέσθαι ἢ ἁλοὺς θηρευθείη ὑπὸ τῶν ἀνθρώπων, γελοῖόν τι ἐμποιεῖ πᾶσι τοῖς τοῦτο τὸ ζῷον θηρεύσασιν. οὕτως καὶ αὐτὸς ἐπιχειρῶ λέγειν περὶ τῆς νυνὶ μετὰ χεῖρας <οὔσης> αἱρέσεως, ὡς μὲν κατὰ τὴν καρδίαν τυφλώττει καὶ ἀνοητεῖ, ἐρημίαν δὲ ἑαυτῇ ἐργάζεται καὶ τὴν στάσιν ἑαυτῆς κάτωθεν ἐκτέμνει, ῥιζῶν τε πολλῶν <φημὶ δὲ> τῶν εἰς αὐτὴν ἐμπεπτωκότων ἀνδρῶν τὴν λύμην ἀπεργάζεται. τοῖς δὲ συνετοῖς εἴ ποτε γένοιτο κατοπτευθῆναι αὐτήν, γέλωτα οὐ τὸν τυχόντα παρασκευάζει· ὡς καὶ τὸ προειρημένον ζῷον διὰ τὴν αὐτοῦ τύφλωσιν ἐμπαιζόμενον <καὶ> διὰ τὴν ἀορασίαν [καὶ] μὴ εὑρίσκον ποῦ τὴν εἰσαγωγὴν ποιήσασθαι, οὕτως καὶ αὕτη ἡ αἵρεσις. ἐπέθεντο γὰρ ἑαυτοῖς τοῦ Ἀδὰμ τὸ ὄνομα. τοῦτο δὲ ἀπὸ ἀκοῆς ἀνδρῶν πολλῶν ἀκηκοότες φαμέν· οὐ γὰρ ἐν συγγράμμασιν ηὕραμεν οὔτε μὴν περιετύχομεν τοιούτοις τισί. πολλῶν οὖν εἰρηκότων ἄξιον καὶ αὐτῆς μνησθῆναι ἐδικαιώσαμεν. διὸ καὶ δικαίως ταύτην παρεικάσαμεν τῷ προειρηυμένῳ τυφλῷ ζῴῳ καὶ ἀνδράσιν οὐ τάχιον φαινομένῳ, διὰ τὸ κρύβδην ἐν τῇ γῇ εἶναι καὶ κάτωθεν τὴν λύμην ἐργάζεσθαι. περιγέλαστος δέ ἐστι, καὶ ἐσκεπτόμην μηδ᾿ ὅλως εἰς ἀριθμὸν αὐτὴν φέρειν. διὰ δὲ τὸ ὅλως ἦχον αὐτῆς εἶναι ἐν κόσμῳ, οὐδὲν λυπήσειε τὸν συνετὸν ἀκροατὴν περὶ πάντων εἰδέναι τῶν ἐν τῷ κόσμῳ ὑπὸ τοῦ διαβόλου ζιζανίων ἐσπαρμένων.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
