# Panarion (Adversus haereses) 1.1-25-8

Epiphanius, Panarion (Adversus haereses), 1.1 to 1.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/1.1-25

Σαμψαίων τινῶν ἐν τῇ Περαίᾳ, περὶ ὧν ἤδη ἐν ταῖς ἄλλαις αἱρέσεσιν ἐπεμνήσθημεν, τῶν δὴ καὶ Ἐλεσαίων καλουμένων, αἵρεσίς τις ὑπάρχει ἐν τῇ Περαίᾳ οὕτω καλουμένῃ χώρᾳ πέραν τῆς ἁλυκῆς ἤτοι νεκρᾶς καλουμένης θαλάσσης, ἔν <τε> τῇ Μωαβίτιδι χώρᾳ περὶ τὸν χειμάρρουν Ἀρνὼν καὶ ἐπέκεινα ἐν τῇ Ἰτουραίᾳ καὶ Ναβατίτιδι, ὡς καὶ ἤδη μοι πολλάκις περὶ τούτων δεδήλωται. οὗτοι γὰρ αὐχοῦσι τὸν Ἠλξαῖον αὐτῶν εἶναι διδάσκαλον, ἔτι δὲ καὶ εἰς δεῦρο τοῦ γένους αὐτοῦ ὑπαρχούσας δύο γυναῖκας, προσκυνουμένας ὡς θεὰς δῆθεν διὰ τὸ εἶναι αὐτὰς ἐκ σπέρματος εὐλογημένου. κέχρηνται δὲ τῇ βίβλῳ ταύτῃ καὶ Ὀσσαῖοι καὶ Ἐβιωναῖοι καὶ Ναζωραῖοι, ὡς καὶ ἤδη πολλάκις εἶπον. φύσει δὲ οὗτοι οἱ Σαμψαῖοι ἐξ αὐτῆς ὁρμῶνται, οὔτε Χριστιανοὶ ὑπάρχοντες οὔτε Ἰουδαῖοι οὔτε Ἕλληνες, ἀλλὰ μέσον ὁπλῶς ὑπάρχοντες οὐδέν εἰσι. φασὶ δὲ καὶ ἄλλο βιβίον ἔχειν Ἰεξαὶ λεγόμενον ἀδελφοῦ τοῦ Ἠλξαΐ. θεὸν δὲ ἕνα λέγουσι καὶ δὴθεν αὐτὸν σέβουσι βαπτισμοῖς τισι χρώμενοι· πρόσκεινται δὲ Ἰουδαίοις οὐκ ἐν ἅπασιν. ἀπέχονται δὲ καὶ ἐμψύχων τινὲς ἐξ αὐτῶν. ὑπεραποθνῄσκουσι δὲ τῶν ἐκ γένους τοῦ Ἠλξαΐ. καὶ ἐν μὲν τῷ χρόνῳ τούτῳ ἠκηκόειν ὅτι τέθνηκεν ἡ μία γυνὴ ἡ Μαρθοῦς καλουμένη, ἔμεινε δὲ καὶ ἔτι νῦν Μαρθάνα, εἰ μὴ καὶ αὐτὴ τέθνηκεν. εἴποτε δὲ ἔξοδον εἶχον αἱ τοιαῦταί ποι βαδίζουσαι, σανεπόμενοι οἱ ὄχλοι αὐτῶν τὸν χοῦν τῶν ποδῶν λαμβάνοντες ἰάσεως ἕνεκεν δῆθεν καὶ τὸν σίελον τῶν πτυσμάτων ὡσαύτως μεγάλως ἐμπαιζόμενοι ἐχρῶντο ἐν φυλακτηρίοις τε καὶ περιάπτοις. πᾶσα γὰρ πλάνη ἔσχε πρῶτον τὴν τύφλωσιν, ἔπειτα τὴν κενοφωνίαν. καὶ οὔτε προφήτας δέχονται οἱ τοιοῦτοι οὔτε ἀποστόλους, τὰ πάντα δὲ παρ᾿ αὐτοῖς ἠπάτηται. τετίμηται δὲ αὐτοῖς τὸ ὕδωρ καὶ τοῦτο ὡς θεὸν ἡγοῦνται, σχεδὸν φάσκοντες εἶναι τὴν ζωὴν ἐκ τούτου. Χριστὸν δὲ ὀνόματι ὁμολο- γοῦσι, κτίσμα αὐτὸν ἡγούμενοι καὶ ἀεί ποτε φαινόμενον, καὶ πρῶτον μὲν πεπλάσθαι αὐτὸν ἐν τῷ Ἀδάμ, ἐκδύεσθαι δὲ αὐτὸν τὸ σῶμα τοῦ Ἀδὰμ καὶ πάλιν ἐνδύεσθαι, ὅτε βούλεται.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
