Ancient Greek
1.1 to 1.8
Epiphanius, Panarion (Adversus haereses) 1.1-5-8
Not analysed yet
Μετὰ ταύτην πάλιν ἄλλη τις αἵρεσις ταύταις παραπεπλεγμένη, ἡ τῶν Ὀσσαίων καλουμένη. Ἰουδαῖοι δὲ οὑτοι ὡς καὶ αἱ προειρη- μέναι, ὑποκριταὶ τὸν τρόπον δεινοὶ τὴν ἐπίνοιαν. ὡρμῶντο δὲ οὑτοι, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα περιέχει παράδοσις, ἀπὸ τῆς Ναβατικῆς χώρας καὶ Ἰτουραίας, Μωαβίτιδός τε καὶ Ἀριηλίτιδος, τῶν ἐπέκεινα τῆς κοιλάδος τῆς ἁλυκῆς οὕτως ἐν τῇ θείᾳ γραφῇ κληθείσης ὑπερκειμένων χωρῶν· ἔστι δὲ αὕτη ἡ νεκρὰ καλουμένη θάλασσα. τοῦτο δὲ τὸ γένος τῶν Ὀσσαίων ἑρμηνεύεται διὰ τῆς ἐκδόσεως τοῦ ὀνόματος στιβαρὸν γένος. συνήφθη δὲ τούτοις μετέπειτα ὁ καλούμενος Ἠλξαΐ ἐν χρόνοις βασιλέως Τραιανοῦ μετὰ τὴν τοῦ σωτῆρος παρουσίαν, ὃς ἐγένετο ψευδοπροφήτης· συνεγράψατο δὲ οὗτος βιβλίον δῆθεν κατὰ προφητείαν ἢ ὡς κατὰ ἔνθεον σοφίαν· φασὶ δὲ καὶ ἄλλον τινὰ Ἰεξαῖον εἶναι ἀδελφὸν τούτου. γέγονε δὲ οὗτος ὁ ἄνθρωπος πεπλανημένος τὸν τρόπον ἀπατηλὸς τὴν γνώμην, ἀπὸ Ἰουδαίων ὁρμώμενος καὶ τὰ Ἰουδαίων φρονῶν, κατὰ νόμον δὲ μὴ πολιτευόμενος, ἕτερα ἀνθ᾿ ἑτέρων παρεισφέρων καὶ [τὴν] ἰδίαν αὑτῷ πλάσας, ἅλας καὶ ὕδωρ καὶ γῆν κοὶ ἄρτον καὶ οὐρανὸν καὶ αἰθέρα καὶ ἄνεμον ὅρκον αὐτοῖς εἰς λατρείαν ὁρισάμενος· ποτὲ δὲ πάλιν ἄλλους μάρτυρας ἑπτὰ ὁρισάμενος, τὸν οὐρανόν φημι καὶ τὸ ὕδωρ καὶ πνεύματα, <ὥς> φησιν, ἅγια καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς τὸ ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν. ἀπεχθάνεται δὲ τῇ παρθενίᾳ, μισεῖ δὲ τὴν ἐγκράτειαν, ἀναγκάξει δὲ γαμεῖν· φαντασιώδη δέ τινα ὡς δῆθεν <ἐξ> ἀποκαλύψεως παρεισφέρει, ὑπόκρισιν δὲ διδάσκει, φήσας μὴ εἶναι ἁμαρτίαν, εἰ καί <τις> παρατύχοι εἴδωλα καιρῷ ἐνστάντος διωγμοῦ, ἐὰν μόνον ἐν τῇ συνειδήσει μὴ προσκυνήσῃ.