# Panarion (Adversus haereses) 1.1-6-6

Epiphanius, Panarion (Adversus haereses), 1.1 to 1.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/1.1-6

Μετὰ ταύτην δὲ καὶ μετὰ ταύτας πάλιν ἑβδόμη ἠν Ἡρῳδιανῶν καλουμένη. οὐδὲν δὲ ἴσχον τι παρηλλαγμένον οὑτοι, ἀλλὰ ὅλοι Ἰουδαῖοι > ἀργοί τε καὶ ὑποκριταί. Ἡρῴδην δὲ οὗτοι ἡγοῦντο Χριστόν, Χριστὸν τὸν ἐν πάσαις γραφαῖς νόμου τε καὶ προφητῶν προσδοκώμενον νομίσαντες αὐτὸν εἶναι τὸν Ἡρῴδην, καὶ ἐπ’ αὐτῷ ἀπατώμενοι ἐσεμνύνοντο τῷ Ἡρῴδῃ, ἐκ τοῦ ῥητοῦ συναρπασθέντες Μὰ τοῦ καὶ εἰς χάριν τοῦ τότε βασιλέως κενοδοξῆσαι) τοῦ εἰρημένου οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὔτε ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἴως ἂν ἔλθῃ ᾧ ἀπόκειται« ἢ ὡς ἔχει τὰ ἄλλα ἀντίγραφα »ἕως ἔλθῃ ᾧ τὰ ἀποκείμενα«· ἐπειδήπερ ὁ Ἡρῴδης υἱὸς Ἀντιπάτρου ἐτύγχανεν Ἀσκαλωνίτου τινὸς ἱεροδούλου Ἀπόλλωνος τοῦ εἰδώδου· οὗ ὁ πατὴρ τοῦ αὐτοῦ Ἀντιπάτρου Ἠρῴδης μὲν ἦν τοὔ- νομα, υἱὸς δὲ ἦν καὶ αὐτὸς Ἀντιπάτρου. αἰχμάλωτος δὲ ἤχθη ὑπὸ Ἰδουμαίων ὁ αὐτὸς Ἀντίπατρος κἀκεῖσε ἐν τῇ Ἰδουμαίᾳ διατρίβων ἐγέννησε τὸν Ἡρῴδην. τοῦ δὲ πατρὸς πένητος ὄντος καὶ μὴ δυναμένου λύτροις ῥύσασθαι τὸν υἱόν, λέγω δὴ τὸν Ἀντίπατρον, ἔμεινε πολλῷ τῷ χρόνῳ δουλεύων· ὕστερον δὲ ἐλυτρώθη ἐξ ἐράνου τῶν πολιτῶν σὺν τῷ παιδίῳ Ἡρῴδῃ καὶ μετῆλθεν εἰς τὰ οἰκεῖα. διόπερ τινὲς αὐτὸν λέγουσιν Ἰδουμαῖον, ἄλλοι δὲ Ἀσκαλωνίτην ἴσασιν. ὕστερον δὲ ἐφιλιώθη † Δημητρίῳ καὶ ἐπίτροπος κατέστη ἐπὶ τῆς Ἰουδαίας, ἐν γνώσει τε γέγονεν Αὐγούστῳ βασιλεῖ καὶ ἀπὸ τοῦ ἐπιτροπεύειν προσηλυτεύει, περιτέμνεταί τε αὐτὸς καὶ περιτέμνει Ἡρῴδην τὸν υἱόν, εἰς ὃν ἠλθεν ὁ κλῆρος τῆς τῶν Ἰουδαίων βασιλείας· ἦν δὲ βασιλεὺς ἐν τῇ Ἰουδαίᾳ ὑπὸ βασιλέα Αὔγουστον ὑπόσπονδος ὑπάρχων. ἐπεὶ οὖν ἐξ ἀλλοφύλων οὗτος βασιλεύει, κατὰ διαδοχὴν δὲ διήρκεσεν ἀπὸ τοῦ Ἰούδα καὶ ἀπὸ τοῦ Δαυὶδ τὸ βασίλειον καὶ οἱ ἐκ τοῦ Ἰούδα ἄρχοντες καὶ πατριάρχαι <ἐξέλιπον> μετέστη δὲ βασίλειον εἰς ἀλλόφυλον, πιθανὸν ἔδοξεν [ἐν] τῇ ὑπολήψει τῶν πεπλανημένων τὸ ἀπατηθῆναι καὶ νομίσαι αὐτὸν Χριστὸν εἶναι,

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
