# Panarion (Adversus haereses) 1.1-8-7

Epiphanius, Panarion (Adversus haereses), 1.1 to 1.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/1.1-8

Μετὰ τοῦτον Σατορνῖλός τις ἀνέστη, καὶ αὐτὸς ἐκεῖθεν τὰς ἀφορμάς, ἀπὸ Μενάνδρου φημὶ καὶ τῶν πρώην λαβών. οὗτος πρὸς τῇ Συρίᾳ κατοικήσας, τουτέστιν Ἀντιοχείᾳ τῇ πρὸς Δάφνην, πολλήν τινα τέχνην καὶ ἐμπειρίαν πλάνης τῷ κόσμῳ παρεισήνεγκεν. δύο γὰρ οὑτοι ἐγένοντο συσχολασταί , Βασιλείδης τε καὶ Σατορνῖλος· καὶ ὁ μὲν Βασιλείδης πρὸς τῇ Αἰγύπτῳ χωρήσας ἐκεῖσε τὰ σκοτεινὰ αὐτοῦ τοῦ βάθους τῆς πλάνης κεκήρυχεν, ὁ δὲ Σατορνῖλος ἐν τῷ προειρημένῳ τόπῳ διατρίβων ὁμοίως τῷ Μενάνδρω τὸν κόσμον ὑπὸ ἀγγέλων γεγενῆσθαι κατήγγελλεν. ἴνα δὲ εἶναι πατέρα ἄγνωστον, τὸν αὐτόν τε πεποιηκέναι δυνάμεις καὶ ἀρχὰς καὶ ἐξουσίας· τοὺς δὲ ἀγγέλους διεστάναι τῆς ἄνω δυνάμεως, ἑπτὰ δέ τινας τὸν κόσμον πεποιηκέναι καὶ τὰ ἐν αύτῷ· τὸν κόσμον δὲ κατὰ μεριτείαν ἑκάστῳ ἀγγέλῳ κεκληρῶσθαι. ὁμοῦ δὲ συνεΛ·όντας τοὺς αὐτοὺς ἀγγέλους ἐντεθυμῆσθαι καὶ κοινῇ τὸν ἄνθρωπον πεποιηκέναι κατὰ τὴν μορφὴν τῆς ἄνωθεν παρακυψάσης φωτεινῆς εἰκόνος, ἣν μὴ δυνηθέντες παρακύψασαν κατασχεῖν διὰ τὸ παραχρῆμα ἀναδραμεῖν, μιμήσασθαι ἠθέλησαν. καὶ πεπλάσθαι μὲν τὸν ἄνθρωπον ὑπ' αὐτῶν οὐδενὸς ἕνεκα ἀλλ' ἢ διὰ τοιαύτην πρόφασιν. ἐπειδὴ γάρ, φησίν, ἄνωθεν τὸ αὐτὸ φῶς παρακῦψαν ἐρεθισμόν τινα ἐνεποίησε τοῖς αὐτοῖς ἀγγέλοις, τούτους πρὸς πόθον τοῦ ἄνω ὁμοιώματος ἐπιχειρῆσαι τοῦ ἀνθρώπου τὸ πλάσμα ποιῆσαι. ἐπειδὴ γὰρ ἠράσθησαν τοῦ ἄνω φωτὸς πόθῳ τῷ πρὸς αὐτὸ καὶ ἡδονῇ κατασχεθέντες, φανέντος καὶ άφαντωθέντος ἀπ' αὐτῶν, ἐρασθέντας τε αὐτοῦ καὶ μὴ δυνηθέντας ἐμπλησθῆναι τῆς αὐτοῦ ἐρασμιότητος διὰ τὸ ὑπὸ θῆξιν ἀναπτῆναι τὸ αὐτὸ φῶς, τούτου χάριν εἰρηκέναι τοὺς ἀγγέλους φησὶ] δραματουργεῖ ὁ αὐτὸς γίγς ὅτι »ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ' ὸμοίωσιν«· παρακόψας τὸ εἰρημένον ἐν τῇ Γενέσει ὑπὸ τοῦ ὰγίου θεοῦ τὸ »[καθ'] ἡμετέραν«, ἐάσας <δὲ> τὸ »κατ' εἰκόνα«, ἵνα δὴ ἔχῃ ἡ αὐτοῦ πλάνη τὴν πιθανότητα· ὡς δῆθεν ἄλλων μὲν ποιούτνων εἰκόνα δὲ ἑτέρου † λέγειν ἐν τῷ »ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν«.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
