Ancient Greek
Haeresis 1, Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1.1.3
Not analysed yet
τούτου παῖς Σήθ ,υἱὸς δὲ τούτου Ἐνώς, καὶ κατὰ διαδοχὴν Καινάν, Μαλελεήλ, Ἰάρεδ. ὡς δὲ ἡ παράδοσις ἡ εἰς ἡμᾶς ἐλθοῦσα <περι>έχει, ἐντεῦθεν ἤρξατο ἡ κακομηχανία ἐν γίνεσθαι, καὶ ἀπ᾿ ἀρχῆς μὲν διὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς, ἔπειτα δὲ διὰ τῆς τοῦ Κάϊν ἀδελφοκτονίας, νῦν δὲ ἐν χρόνοις τοῦ Ἰάρεδ καὶ ἐπέκεινα φαρμακεία καὶ μαγεία, ἀσελγεια, μοιχεία τε καὶ ἀδικία.