# Panarion (Adversus haereses) 1.1.4-8

Epiphanius, Panarion (Adversus haereses), 1.1.4 to 1.1.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/1.1.4

οὐ γνώμη <δέ> τις ἑτέρα, οὐ δόξα μετηλλαγμένη, ἀλλὰ μία γλῶττα γένος ἓν ἐπὶ γῆς κατ᾿ ἐκεῖνο καιροῦ ἐσπαρμένον. τούτῳ δὲ τῷ Ἰάρεδ γίνεται παῖς τοὔνομα Ἐνώχ, ὃς »εὐηρέστησε τῷ θεῷ καὶ οὐχ ηὑρίσκετο· μετέθηκεν γὰρ αὐτὸν ὁ θεός‘ καὶ « καὶ » οὐκ εἶδεν θάνατον‘. Ἐνὼχ δὲ γεννᾷ τὸν Μαθουσάλα, Μαθουσάλα τὸν Λάμεχ, Λάμεχ τὸν Νῶε. καὶ ἡ τοῦ θεοῦ δικαιοκρισία κατακλυσμὸν ὕδατος ἐπενέγκασα τῇ οἰκουμένῃ πᾶσαν σάρκα ἀνθρώπων τε καὶ τῶν ἄλλων * ἐξήλειψεν, ἐφύλαξε δὲ ἐν λάρνακι διὰ προστάγματος τὸν Νῶε, εὐαρεστήσαντα ἐνώπιον αὐτοῦ καὶ εὑρόντα χάριν, αὐτόν τε τὸν προδεδηλωμένον Νῶε καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ, Σὴμ Χὰμ Ἰάφεθ, τήν τε ἰδίαν σύζυγον καὶ τῶν τριῶν υἱῶν τὰς τρεῖς γυναῖκας, ὥστε ἀνθρώπων ψυχὰς ὀκτὼ ἐν τῇ τότε λάρνακι διασεσῶσθαι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ ἀπὸ παντὸς γένους θηρίων τε καὶ ζῴων, κτηνῶν τε καὶ τῶν ἄλλων τῶν ἐπὶ γῆς πρὸς σύστασιν πάλιν τῆς ἐν κόσμῳ πάντων ὑποστάσεως ἀπὸ τινῶν μὲν δύο δύο ἀπὸ δὲ ἄλλων ἑπτὰ ἑπτά. καὶ οὕτως παρῆλθε δεκάτη γενεὰ ἐτῶν δισχιλίων διακοσίων ἐξήκοντα δύο. καὶ ὁ κατακλυσμὸς πέπαυται καὶ Νῶε καὶ ὁ αὐτοῦ οἶκος λείψανον τῷ κόσμῳ γεγένηται.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
