Ancient Greek
Κατὰ Σεκουνδιανῶν οἶς συνήφθη Ἐπιφάνης καὶ Ἰσίδωρος ιݲβݲ, τῆς δὲ άκολουθίας λݲβݲ., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1.11
Not analysed yet
ἄρα οὖν, ὦ ἀνόητε Σεκοῦνδε καὶ οἱ ἀπὸ σοῦ ἠπατη- μένοι, τὸ μεσαίτατον ἀφ᾿ οὐπερ καὶ ἀριστερὰ καὶ δεξιὰ ὑποπίπτουσιν, ἔσται ἔν τι καὶ οὐ δυνήσεται ἀλλότριον εἶναι τοῦ ἑνός τινος τὸ ἐξ αἰτοῦ ὑποπῖπτον δεξιόν τε καὶ εὐώνυμον, καὶ ἐξ ἀνάγκης ἀναχθήσεται τὸ πᾶν εἰς τὸ ἕν ὄν, οὗ ἀνώτατον οὐδὲ ἴν ἐστιν οὔτε ὑποβεβηκὸς οὔτε κατώτατον, εἰ μὴ τὰ ὑπ᾿ αὐτοῦ ἐκτισμένα.