Ancient Greek
Ἐνδημία Χριστοῦ καὶ ἐνσάρκου παρουσίας καὶ ἀληθείας πρόσωπον· ἡ μία καὶ μόνη οὖσα τοῦ θεοῦ πίστις., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1.2
Not analysed yet
ηὐδόκησε γὰρ ὁ θεὸς πρὸς σωτηρίαν τῶν ἀνθρώπων τὸν ἴδιον υἱὸν κατελθόντα ἐν μήτρᾳ παρθενικῇ συλληφθῆναι, Λόγον ὄντα ἀπ’ οὐρανοῦ, ἐκ κόλπων πατρῴων γεγεννημένον ἀχρόνως καὶ ἀνάρχως, ἐλθόντο δὲ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, θεὸν Λόγον ὄντα ἐκ θεοῦ πατρὸς ἀληθινῶς γεγεννημένον, ὁμοούσιον ὄντα τῷ πατρὶ καὶ οὐδὲν παρὰ τὸν πατέρα ἡλλοιωμένον, ἀλλὰ ἄτρεπτον ὄντα καὶ ἀναλλοίωτον, ἀπαθῆ τε καὶ ὅλως μὴ πάσχοντα, συμπάσχοντα δὲ τῷ ἡμετέρῳ γένει,