# Panarion (Adversus haereses) 1.2-3-9

Epiphanius, Panarion (Adversus haereses), 1.2 to 1.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/1.2-3

Οἱ Ὀφῖται μὲν γάρ. ὡς προεῖπον, τὰς προφάσεις εἰλήφασιν ἀπὸ τῆς τοῦ Νικολάου καὶ Γνωστικῶν καὶ τῶν πρὸ τούτων αἱρέσεων. Ὀφῖται δὲ καλοῦνται δι᾿ ὃν δοξάζουσιν ὄφιν. ἄτοπα γὰρ καὶ οὗτοι ἐρεύγονται, ὡς ἀπὸ τῆς προειρημένης βρώσεως τῆς δυσοδμίας ἐμπεπλησμένοι, καὶ ὡς καινὰ δαιμόνια ἀπατηθέντες οὑτοι τὸν ὄφιν ὡς προεῖπον δοξάζουσι. καὶ ὅρα εἰς ὅσην προέβη κακομηχανίαν ὁ τούτους ἀπατήσας ὄφις. καθάπερ γὰρ ἐξ ὑπαρχῆς τοὺς περὶ Εὔαν καὶ τὸν Ἀδὰμ ἠπάτησεν, οὕτω καὶ νῦν, κρύπτων ἑαυτὸν ἔν τε τῷ παρόντι καὶ ἐν τῷ χρόνῳ τῶν Ἰουδαίων ἄχρι τῆς τοῦ Χριστοῦ παρουσίας. εἶτα καὶ προβαινόντων τῶν χρόνων λίχνους ὄντας τοὺς ἀνθρώπους τῇ δι΄ αὐτοῦ ἐκ τῆς παρακοῆς ληφθείσῃ βρώσει ἔτι ὑπονοθεύων καὶ ἐρεθίζων εἰς περισσοτέραν ἀπάτην ἀπὸ τοῦ ὄντος θεοῦ ἀφίστησι, πολλὰ μὲν ὑπισχνούμενος ἀεί, ὡς καὶ ἐξ ἀρχῆς· καὶ γὰρ καὶ τότε ἠπάτησεν λέγων »ἔσεσθε ὡς θεοί«, εἶτα προιόντων τῶν χρόνων τὴν πολύμορφον καὶ τερατώδη φαντασίαν αὐτοῖς ἐξειργάσατο. ἀπὸ γὰρ τοῦ ἑνὸς καὶ ἀληθινοῦ θεοῦ ἀποστήσας αὐτοὺς ἐνεκίσσησε πάλαι τὴν τῆς εἰδωλολατρείας καὶ πολυθείας βλάσφημον κενοφωνίαν. οὐ γὰρ ἠσαν θεοί, ὥσπερ οὐδέ εἰσιν, ἀλλὰ 〈μόνος〉 ὀ θεός· προεκίσσα δὲ τὴν εἰδωλομανίαν καὶ πολυθείαν καὶ ἀπατηλὴν διάνοιαν. οὐκ ἦν δὲ αἴτιος μόνος ὁ φαινόμενος τότε ὄφις, ἀλλὰ ὁ έν τῷ ὄφει ὄφις λαλήσας (φημὶ δὲ <ὁ> διάβολος) καὶ τὴν ἀκοὴν τοῦ ἀνθρώπου ταράξας διὰ τῆς γυναικός. καὶ οὐδὲ τὸ ξύλον ἠν ἁμαρτία (θεὸς γὰρ οὐδὲν πονηρὸν φυτεύει), γνῶσιν δὲ ἐνεποίησε τὸ ξύλον τοῦ εἰδέναι ἀγαθόν τε καὶ φαῦλον. καὶ οὐχὶ διὰ τὸ εἰδέναι ὁ θάνατος, ἀλλὰ διὰ τὴν παρακοήν. καὶ γὰρ ἡ πᾶσα τοῦ ἐχθροῦ τότε συσκευὴ οὐχ ἕνεκεν τοῦ βρώματος γέγονεν, ἀλλὰ ἕνεκεν τοῦ ἐργάσασθαι αὐτοῖς τὴν παρακοήν. ὅθεν παρακούσαντες τότε τοῦ μὲν παραδείσου ἔξωθεν γίνονται, ἐπιτιμηθέντες τιμηθέντες δικαιότατα, οὐ κατὰ μῖσος ἀλλὰ κατὰ ἐπιμέλειαν τοῦ θεοῦ. φησὶ γὰρ πρὸς αὐτοὺς ὁ κύριος »γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ«.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
