# Panarion (Adversus haereses) 1.3-2-6

Epiphanius, Panarion (Adversus haereses), 1.3 to 1.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/1.3-2

κατελθόντα ἀπ᾿ οὐρανοῦ, ἐγκυμονηθέντα οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ διὰ πνεύματος ἁγίου, ἀληθινῶς σῶμα ἀπὸ Μαρίας ἐσχηκότα, ἀναπλάσαντα ἑαυτῷ τὴν σάρκα ἀπὸ τῆς μήτρας τῆς ἁγίας παρθένου καὶ ψυχὴν τὴν ἀνθρωπείαν εἰληφότα καὶ νοῦν καὶ πᾶν εἴ τί ἐστιν ἄνθρωπος χωρὶς ἁμαρτίας εἰς ἑαυτὸν τῇ ἑαυτοῦ θεότητι συνενώσαντα, γεγεννημένον τε ἐν Βηθλεέμ, περιτμηθέντα ἐν τῷ σπηλαίῳ, προσενεχθέντα ἐν Ἱεροσολύμοις, ἐναγκαλισθέντα ὑπὸ Συμεῶνος. ἀνθομολογηθέντα ὑπὸ Ἄννης τῆς τοῦ Φανουὴλ προφήτιδος, ἀπενεχθέντα εἰς Ναζαρέτ, ἐλθόντα τῷ ἑξῆς ἐνιαυτῷ ὀφθῆναι ἐνώπιον κυρίου εἰς Ἱερουσαλήμ, γενόμενόν τε ἐν Βηθλεὲμ διὰ τὴν συγγένειαν ὑπὸ τῆς μητρὸς βασταξόμενον, αὐθις πάλιν εἰς Ναζαρὲτ ἀπενεχθέντα καὶ κατὰ δευτέραν περίοδον ἐνιαυτοῦ εἰς τὰ Ἱεροσόλυμα καὶ Βηθλεὲμ ἐληλυθότα, βασταζόμενον ὡσαύτως ὑπὸ τῆς ἰδίας μητρός, ἐν Βηθλεὲμ δὲ ἐν οἰκίᾳ κατελθόντα σὺν τῇ ἰδίᾳ μητρὶ καὶ Ἰωσὴθ γέροντι ὄντι σὺν τῇ Μαρίᾳ δὲ ὄντι, κἀκεῖσε τῷ δευτέρῳ ἔτει τῆς αὐτοῦ γεννήσεως κατοπτευθέντα ὑπὸ τῶν μάγων προσκυνηθέντα δῶρα λαβόντα καὶ ἐν αὐτῇ τῇ νυκτὶ ὑπὸ] ἀγγέλου τῷ Ἰωσὴφ χρηματίσαντος εἰς Αἴγυπτον παραληφθέντα, ἐκεῖθεν πάλιν διὰ δύο ἐτῶν ἐπανεληλυθότα, τελευτήσαντος τοῦ Ἡρῴδου, Ἀρχελάου τε διαδεξαμένου.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
