Ancient Greek
Κατὰ Στωϊκῶν, ἀπὸ Ἑλληνισμοῦ <αἱρέσεως> γݲ. τῆς δὲ ἀκολουθίας ε., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1.4
Not analysed yet
ἔσχον δὲ Ζήνωνα ἀρχηγὸν τῆς Στοᾶς, περὶ οὑ πολὺς θρυλεῖται λόγος. οἱ μὲν γὰρ αὐτὸν ἔφασαν Κλεάνθου<ς> τινὸς *τοῦ ἀπὸ Τύρου ἄλλοι δὲ φάσκουσιν αὐτὸν Κιτιέα τῆς Κύπρου νησιώτην, ἐν Ῥώμῃ δὲ βεβιωκέναι χρόνον, ὕστερον δὲ ἐν Ἀθήναις προστησάμενον τουτὶ τὸ δόγμα ἐν τῇ Στοᾷ οὕτω καλουμένῃ, τινὲς δὲ φασι δύο Ζήνωνας εἶναι, τόν τε Ἐλεάτην καὶ τὸν προειρημένον· ὅμως οἱ ἀμφότεροι ἴσως ἐδογμάτισαν, εἰ καὶ δύο εἶεν.