Ancient Greek
1.4 to 1.5
Epiphanius, Panarion (Adversus haereses) 1.4-3-5
Not analysed yet
ὅθεν τὰ μὲν πάντα φυλάττουσι τῶν Ἰουδαίων Ἰουδαῖοι ὄντες, θυσίαν δὲ οὐκ ἔθυον οὐδὲ ἐμφύχων μετεῖχον, ἀλλὰ αθέμιτον ἦν παρ’ αὐτοῖς τὸ κρεῶν μεταλαμβάνειν ἤ θυσιάζειν αὐτοῖς. ἔφασκον γὰρ πεπλάσθαι ταῦτα τὰ βιβλία καὶ μηδὲν τούτων ὑπὸ τῶν πατέρων γεγενῆσθαι. αὕτη ἦν ἡ τῶν Νασαραίων διαφορὰ πρὸς τὰς ἄλλας, ὡς καὶ πρὸς αὐτοὺς ὁ ἔλεγχος οὐκ ἐν ἑνὶ τόπῳ, ἀλλὰ ἐν πολλοῖς ἐστι φανερός.