Ancient Greek
Κατὰ Κηρινθιανῶνἤτοι Μηρινθιανῶν ݲ, τῆς δὲ ἀκολουθίας ݲ., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1.5-3
Not analysed yet
ἤδη δὲ περὶ τούτου εἴπαμεν ὡς καὶ οὗτος ἐκήρυττεν οὐκ ἀπὸ τῆς πρώτης καὶ ἄνωθεν δυνάμεως τὸν κόσμον γεγενῆσθαι, ἄνωθεν δὲ ἐκ τοῦ ἄνω θεοῦ μετὰ τὸ ἁδρυνθῆναι τὸν Ἰησοῦν, τὸν ἐκ σπέρματος Ἰωσὴφ καὶ Μαρίας γεγεννημένον, κατεληλυθέναι τὸν Χριστὸν εἰς αὐτὸν τοῦτέστι τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς ἐν τῷ Ἰορδάνῃ καὶ ἀποκαλύψαι αὐτῷ καὶ δί αὐτοῦ τοῖς μετ' αὐτοῦ τὸν ἄγνωστον πατέρα.