Ancient Greek
1.6 to 1.9
Epiphanius, Panarion (Adversus haereses) 1.6-4-9
Not analysed yet
ὕστερον δὲ ὡς σωφρονισθεὶς πρὸς τὸ γῆρας πάλιν ἐπανῆλθε, φέρων ἑαυτῷ ταύτην τὴν ἰοβολίαν κρύβδην καὶ παρὰ πᾶσιν ἀγνοούμενος, ἕως ὅτε εἰς ἔσχατον ἀφ᾿ ὡν εἰς ὠτά τινων ἐψιθύρισε ῥημάτων ἐλεγχθεὶς τοιοῦτος ὑφ᾿ ἡμῶν ἀνεθεματίσθη καὶ ἐλήλεγκται διὰ τῆς ἡμῶν βραχύτητος. καὶ ἐκάθισεν ἐν τῷ σπηλαίῳ λοιπόν, βδελυχθεὶς ὑπὸ πάντων καὶ μονωθεὶς ἀπὸ τῆς ἀδελφότητος καὶ ἀπὸ πλείστων τῶν τῆς ζωῆς ἑαυτῶν ἐπιμελομένων. πρὸς τοῦτον τὸν γέροντα καταχθεὶς ὁ προειρημένος Εὔτακτος, εἴ γε Εὔτακτος, ἀπὸ τῆς Αἰγύπτου διερχόμενος καὶ μεταλαβὼν τῆς τοῦ γέροντος κακοδιδασκαλίας, ὡς μεγάλην ἐμπορίαν τὸ δηλητήριον τοῦτο λαβὼν εἰς τὴν ἑαυτοῦ πατρίδα ἀπεκόμισεν· ἠν γὰρ ἀπὸ τῆς μικρᾶς Ἀρμενίας ὡς ἔφην ὁρμώμενος, τῶν Σατάλης πλησίον τόπων. ἐπανελθὼν γοῦν εἰς τὴν ἑαυτοῦ πατρίδα πολλοὺς ἔχρανε τῆς αὐτῆς μικρᾶς Ἀρμενίας, προσφθαρείς τισι πλουσίοις συγκλητικῇ τέ τινι καὶ ἄλλοις περιβλέπτοις, δι᾿ ὡν διαφανῶν ανδρῶν πολλοὺς ἐκεῖσε ἀπώλεσε. τάχιον δὲ αὐτὸν ὁ κύριος τοῦ βίου ἐξήλειψεν, πλὴν ὅτι ἔσπειρε τὸ ἑαυτοῦ ζιζάνιον.