Ancient Greek
Κατὰ Μαρκιωνιστῶν κβ, τῆς δὲ ἀκολουθίας μβ., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1.7-2
Not analysed yet
ὡς τοίνυν οὐκ ἔτυχε παρ᾿ αὐτοῦ διὰ τῆς κολακείας ὡν ἐδέετο, μὴ φέρων τὴν ἀπὸ τῶν πολλῶν χλεύην ἀποδιδράσκει τῆς Πόλεως τῆς αὐτοῦ καὶ ἄνεισιν εἰς τὴν Ῥώμην αὐτήν, μετὰ τὸ τελευτῆσαι Ὑγῖνον τὸν ἐπίσκοπον Ρώμης οὗτος δὲ ἔνατος ἠν ἀπὸ Πέτρου καὶ Παύλου τῶν ἀποστόλων), καὶ τοῖς ἔτι πρεσβύταις περιοῦσι καὶ ἀπὸ τῶν μαθητῶν τῶν ἀποστόλων ὁρμωμένοις συμβαλὼν ᾔτει συναχθῆναι καὶ οὐδεὶς αὐτῷ συγκεχώρηκε.