Ancient Greek
1.8 to 1.9
Epiphanius, Panarion (Adversus haereses) 1.8-2-9
Not analysed yet
ἐκ δὲ τούτων τῶν δυνάμεών τε καὶ ἀγγέλων γεγονέναι ἀνώτερον πρῶτον οὐρανόν, καὶ ἀγγέλους ἑτέρους ἐξ αὐτῶν γεγονέναι, τοὺς δὲ ὺπ αὐτῶν γεγονότας ἀγγέλους πεποιηκέναι αὖθις δεύτερον οὐρανὸν καὶ αὐτοὺς δὲ πάλιν πεποιηκέναι ἀγγέλους. καὶ οἱ ἐξ αὐτῶν γενόμενοι τρίτον αὖθις πεποιήκασιν οὐρανὸν καὶ οὕτως οἱ καθ' ἕνα οὐρανὸν εἰσαῦθις ἕτερον καὶ ἑτέρους κατασκευάζοντες ἄχρι τριακοσίων ὲξήκοντα πέντε οὐρανῶν ἐληλάκασι τὸν ἀριθμὸν ἀπὸ τοῦ ἀνωτάτου ἕως τούτου τοῦ καθ’ ἡμᾶς οὐρανοῦ.